ΠΕΡΙ ΟΣΤΕΩΝ ΦΥΣΙΟΣ. 1. Ὀστέα χειρὸς εἰκοσιεπτά· ποδὸς εἰκοσιτέσσαρα· τραχήλου ἐς τὸν μέγαν ἑπτά· ὀσφύος πέντε· ῥάχιος εἴκοσι· κεφαλῆς ξὺν ὀπωπίοις ὀκτώ· ξύμπαντα ἐννενήκοντα ἓν, ξὺν ὄνυξιν ἑκατὸν ἕνδεκα. Ἃ δ’ ἡμεῖς αὐτοὶ ἐξ ἀνθρώπου ὀστέων κατεμάθομεν, σπόνδυλοι οἱ ἄνω τῆς κληβδος σὺν τῷ μεγάλῳ ἑπτά· οἱ δὲ κατὰ τὰς πλευρὰς ὅσαι περ αἱ πλευραὶ δώδεκα· οἱ δὲ κατὰ κενεῶνας ἐκτὸς, ἐν ᾧ τὰ ἰσχία, ἐν τῇ ὀσφύϊ πέντε. Τὸ δὲ σπέρμα οἷον κηρίον ἑκατέρωθεν τῆς κύστιος· ἐκ δ’ αὐτῶν φλέβες ἑκατέρωθεν τοῦ οὐρητῆρος ἐς τὸ αἰδοῖον τείνουσι. Ποτὸν διὰ φάρυγγος καὶ στομάχου· λάρυγξ ἐς πλεύμονα καὶ ἀρτηρίην· ἀπὸ δὲ τούτων ἐς ἄκρην κύστιν. Ἥπατος πέντε λοβοί· ἐπὶ δὲ τοῦ τετάρτου λοβοῦ ἐπίκειται ἡ χολὴ, ἣ τὸ στόμα ἐπὶ φρένας καὶ καρδίην καὶ πλεύμονα φέρει· καρδίην ὑμὴν περίεστι. Τὰ κῶλα ἔχει κυνὸς μείζω· ἤρτηται δὲ ἐκ τῶν μεσοκώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα. Νεφροὶ, ἐκ νεύρων ἀπὸ ῥάχιος καὶ ἀρτηρίης. 2. Καρδίης πηγή· ξυγγενὴς φλὲψ τείνει διὰ φρενῶν, ἥπατος, σπληνὸς, νεφρῶν ἐς ἰσχίον· περὶ γαστροκνημίην ἐπὶ τὸν ταρσόν· ἑτέρη δὲ ἐκ καρδίης ὑπὸ μασχάλας, κληβδας, σφαγὰς, κεφαλὴν, ῥῖνα, μέτωπον, παρὰ τὰ ὦτα, ὤμους, μετάφρενον, στήθεα, γαστέρα, διὰ πήχεος· ἡ δὲ διὰ μασχαλέων ἐπὶ πῆχυν, ἐπὶ ταρσόν. 3. Νεύρων ἔκφυσις ἀπὸ τοῦ ἰνίου ἄχρι παρὰ ῥάχιν, παρὰ ἰσχίον, ἐς αἰδοῖα, ἐς μηροὺς, πόδας, κνήμας, ἐς χεῖρας· ἄλλ’ ἐς βραχίονας, τὰ μὲν ἐς σάρκας, τὰ δὲ παρὰ τὴν περόνην ἐς τὸν μέγαν δάκτυλον· τὰ δ’ ἐκ τῶν σαρκῶν ἐπὶ τοὺς ἄλλους δακτύλους· ἄλλ’ ἐς ὠμοπλάτην, στῆθος, γαστέρα, ὀστέοισι, συνδέσμοισιν· ἀπὸ δὲ αἰδοίου παρ’ ἀρχὸν, κοτυληδόνα· τὸ μὲν ἄνωθεν μηροῦ, τὸ δὲ κάτωθεν ἐπὶ τὰ γούνατα, ἐντεῦθεν γούνατι ξυνταθὲν, ἐπὶ τένοντα, πτέρναν, πόδας· τὸ δὲ ἐς περόνην· ἄλλα δ’ ἐς τοὺς νεφρούς.