2. Καὶ τὸ ὄμμα ἐν τοῖσιν ὀφθαλμοῖσι, τῆς ὄψιος ὑγιέος οὔσης τῶν νεωτέρων ἀνθρώπων, ἤν τε θήλεια ᾖ ἤν τ’ ἄρσην, οὐκ ἂν ὠφελείης ποιέων οὐθὲν, ἕως ἂν αὔξηται τὸ σῶμα ἔτι. Ὅταν δὲ μηκέτι αὐξάνηται, αὐτέῳ τῷ ὀφθαλμῷ σκεψάμενος τὰ βλέφαρα λεπτύνειν, ξύων, ἢν δοκέῃ προσδέεσθαι, καὶ ἐπικαίων ἔνδοθεν μὴ διαφανέσιν.