Μῦες στερεώτεροι δυσέκτηκτοι μᾶλλον τῶν ἄλλων, παρὲξ ὀστέου καὶ νεύρου· δυσμετάβλητα τὰ γεγυμνασμένα, κατὰ γένος αὐτὰ ἑωυτῶν ἰσχυρότερα ἐόντα, διὰ τοῦτο αὐτὰ ἑωυτῶν δυστηκτότερα. πύον τὸ ἐκ σαρκός· πυῶδες τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης· πύον τροφὴ ἕλκεος· πυῶδες τροφὴ φλεβός, ἀρτηρίης. μυελὸς τροφὴ ὀστέου, διὰ τοῦτο ἐπι πωροῦται. δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει. Ὑγρασίη τροφῆς ὄχημα.