δύναμις τροφῆς κρέσσων ἢ ὄγκος, ὄγκος τροφῆς κρέσσων ἢ δύναμις, καὶ ἐν ὑγροῖς καὶ ἐν ξηροῖς. ἀφαιρεῖ καὶ προστίθησιν οὐ τωὐτό, τῷ μὲν ἀφαιρεῖ, τῷ δὲ προστίθησι τωὐτό. φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πλεύμονος καθʼ ἡλικίην, καὶ σύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημεῖα, καὶ ὑγιείης μᾶλλον ἢ νούσου καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα. ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρή· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος. καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, διʼ ὀσφρήσιος. ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεὴ τροφή.