σιτίον νέοις ἀκροσαπές, γέρουσιν ἐς τέλος μεταβεβλημένον, ἀκμάζουσιν ἀμετάβλητον. ἐς τύπωσιν λεʼ ἠέλιοι, ἐς κίνησιν οʼ, ἐς τελειότητα σιʼ· ἄλλοι, ἐς ἰδέην μεʼ, ἐς κίνησιν σʼ, ἐς ἔξοδον σοʼ· ἄλλοι, νʼ ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρʼ, ἐς τελειότητα τʼ. ἐς διάκρισιν μʼ, ἐς μετάβασιν ρʼ, ἐς ἔκπτωσιν σμʼ. οὐκ ἔστι καὶ ἔστι. γίνεται δὲ ἐν τούτοις καὶ πλείω καὶ ἐλάσσω, καὶ καθʼ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω. ὀστέων τροφὴ ἐκ κατήξιος, ῥινὶ δὶς πέντε, γνάθῳ καὶ κληῖδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοις δύναται πλέον ἢ ἔλασσον. αἷμα ὑγρὸν καὶ αἷμα στερεόν. αἷμα ὑγρὸν ἀστεῖον, αἷμα ὑγρὸν φλαῦρον· αἷμα στερεὸν ἀστεῖον, αἷμα στερεὸν φλαυρόν· πρός τι πάντα φλαῦρα καὶ πάντα ἀστεῖα. ὁδὸς ἄνω κάτω.