γάλα καὶ αἷμα τροφῆς πλεονασμός. περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον ἐς τὴν τούτου τροφήν. αὖτις δʼ ἄνω ῥέπει ἐς γάλα καὶ ἐς τροφὴν βρέφεος. ζωοῦται τὰ μὴ ζῷα, ζωοῦται τὰ ζῷα, ζωοῦται τὰ μέρεα τῶν ζῴων. φύσιες πάντων ἀδίδακτοι. αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον, αἷμα ἀλλότριον βλαβερόν, αἷμα ἴδιον βλαβερόν, χυμοὶ ἴδιοι βλαβεροί, χυμοὶ ἀλλότριοι βλαβεροί, χυμοὶ ἀλλότριοι συμφέροντες, χυμοὶ ἴδιοι συμφέροντες, τὸ σύμφωνον διάφωνον, τὸ διάφωνον σύμφωνον, γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον φλαῦρον, γάλα ἀλλότριον βλαβερόν, γάλα ἴδιον ὠφέλιμον.