<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0627.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg046.perseus-grc2" n="26"><p rend="align(indent)">
τεκμήρια, γαργαλισμός, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρώς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμός, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμοί, ἐπιληψίη, αἷμα ὁλοσχερές, ὕπνος, καὶ ἐκ τούτων καὶ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾶ· πόνοι ὅλου καὶ μέρεος μεγέθους σημεῖα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπʼ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπʼ ἀμφοτέρων <milestone ed="Loeb" n="10" unit="line"/> ἐς τὸ ἧσσον.</p></div><pb n="p.352"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg046.perseus-grc2" n="27"><p rend="align(indent)">
γλυκύ οὐ γλυκύ, γλυκὺ ἐς δύναμιν οἷον ὕδωρ, γλυκὺ ἐς γεῦσιν οἷον μέλι· σημεῖα ἑκατέρων, ἕλκεα, ὀφθαλμοὶ καὶ γεύσιες, καὶ ἐν τούτοις τὸ μᾶλλον καὶ τὸ ἧσσον· γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι μίξεσι, γλυκὺ <milestone ed="Loeb" n="6" unit="line"/> μᾶλλον καὶ ἧττον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg046.perseus-grc2" n="28"><p rend="align(indent)">
Ἀραιότης σώματος ἐς διαπνοίην οἷς πλέον ἀφαιρεῖται ὑγιεινόν· πυκνότης σώματος ἐς διαπνοίην οἷς ἔλασσον ἀφαιρεῖται νοσηλόν· οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ εὐανάσφαλτοι, οἱ διαπνεόμενοι κακῶς πρὶν ἢ νοσεῖν ἰσχυρότεροι, νοσήσαντες δὲ δυσανά <milestone ed="Loeb" n="7" unit="line"/> σφαλτοι· ταῦτα δὲ καὶ ὅλῳ καὶ μέρει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg046.perseus-grc2" n="29"><p rend="align(indent)">
πλεύμων ἐναντίην σώματος τροφὴν <milestone ed="Loeb" n="2" unit="line"/> ἕλκει, τὰ δʼ ἄλλα πάντα τὴν αὐτήν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg046.perseus-grc2" n="30"><p rend="align(indent)">
ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πλεύμων, καὶ ἡ ἄλλη διαπνοίη· ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς, στόμα, στόμαχος, κοιλίη. ἡ δὲ ἀρχαιοτέρη τροφὴ διὰ τοῦ ἐπι <milestone ed="Loeb" n="5" unit="line"/> γαστρίου, ᾗ ὁ ὀμφαλός.</p></div></div></body></text></TEI>