ἐς δὲ ταύτην, ἔξωθεν μὲν κατάπλασμα, κατάχρισμα, ἄλειμμα, γυμνότης ὅλου καὶ μέρεος καὶ σκέπη ὅλου καὶ μέρεος, θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον, καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα· ἔνδοθεν δὲ τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοις αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὔ τινι. Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθʼ αἱμορροϊδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν. αἱ διακρίσιες τούτων ἄλλοισι πρὸς ἄλλον λόγον ἄλλοτε καὶ ἀλλοίως. μία φύσις ἐστὶ ταῦτα πάντα καὶ οὐ μία· πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία. φαρμακείη ἄνω καὶ κάτω, οὔτε ἄνω οὔτε κάτω. ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρός τι. ἕλκος, ἐσχάρη, αἷμα, πύον, ἰχώρ, λέπρη, πίτυρον, ἄχωρ, λειχήν, ἀλφός, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελεῖ, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελεῖ.