χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι καὶ ἐς βλαβὴν καὶ ἐς ὠφελίην, καὶ οὔτε βλάπτειν οὔτε ὠφελεῖν, καὶ πλήθει καὶ ὑπερβολῇ καὶ ἐλλείψει καὶ διαπλοκῇ ὧν μέν, ὧν δὲ οὔ. καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελεῖ, ἐς ψύξιν βλάπτει καὶ ὠφελεῖ, ἐς δύναμιν βλάπτει καὶ ὠφελεῖ. δυνάμιος δὲ ποικίλαι φύσιες. χυμοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ ἔνδοθεν, αὐτόματοι οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι αἰτίῃ δὲ οὐκ αὐτόματοι. αἰτίης δὲ τὰ μὲν δῆλα τὰ δὲ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ τὰ δὲ ἀδύνατα. φύσις ἐξαρκεῖ πάντα πᾶσι.