τροφὴ καὶ τροφῆς εἶδος μία καὶ πολλαί· μία μὲν ᾗ γένος ἕν, εἶδος δὲ ὑγρότητι καὶ ξηρότητι· καὶ ἐν τούτοις ἰδέαι καὶ πόσον ἐστὶ καὶ ἔς τινα καὶ ἐς τοσαῦτα. αὔξει δὲ καὶ ῥώννυσι καὶ σαρκοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ τὰ ἐν ἑκάστοις κατὰ φύσιν τὴν ἑκάστου καὶ τὴν ἐξ ἀρχῆς δύναμιν. ὁμοιοῖ δὲ ἐς δύναμιν, ὅταν κρατήσῃ ἡ ἐπεισιοῦσα, καὶ ὅταν ἐπικρατῆται ἡ προῦ πάρχουσα. γίγνεται δὲ καὶ ἐξίτηλος, ὁτὲ μὲν ἡ προτέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα, ὁτὲ δὲ ἡ ὑστέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα. ἀμαυροῖ δὲ ἑκατέρας ἐν χρόνῳ καὶ μετὰ χρόνον ἡ ἔξωθεν συνεχὴς ἐπεισκριθεῖσα καὶ ἐπὶ πολλὸν χρόνον στερεμνίως πᾶσι τοῖς μέλεσι διαπλεκεῖσα.