Περίβολον δὲ ἔχει παχὺν, καὶ βόθρον ἐμβεβόθρωται τὸ εἶδος εἴκελον ὅλμῳ. Ἀλλὰ γὰρ ἤδη καὶ τοῦ πνεύμονος ἐνδύεται μετὰ προσηνίης, καὶ κολάζει τὴν ἀκρασίην τοῦ θερμοῦ περιβαλλομένη· ὁ γὰρ πνεύμων φύσει ψυχρός· ἀτὰρ καὶ ψυχόμενος τῇ εἰσπνοῇ. Ἄμφω γε μὴν δασεῖαι τὰ ἔνδον καὶ ὥσπερ ὑποδιαβεβρωμέναι, καὶ μᾶλλον τῆς δεξιῆς ἡ λαιή· τὸ γὰρ ἔμφυτον πῦρ οὐκ ἐν τῇ δεξιῇ, ὥστε οὐ θαῦμα τρηχυτέρην γενέσθαι τὴν λαιὴν ἐσπνέουσαν ἀκρήτου· ταύτῃ καὶ παχετὸν ἐνδεδόμηται φυλακῆς εἵνεκα τῆς ἰσχύος τοῦ θερμοῦ.