ΠΕΡΙ ΚΑΡΔΙΗΣ. Καρδίη σχῆμα μὲν ὁκοίη πυραμὶς, χροιὴν δὲ κατακορὴς φοινικέα. Καὶ περιβεβλέαται χιτῶνα λεῖον· καὶ ἔστιν ἐν αὐτέῳ ὑγρὸν σμικρὸν ὁποῖον οὖρον, ὥστε δόξεις ἐν κύστει τὴν καρδίην ἀναστρέφεσθαι· γεγένηται δὲ τούτου ἕνεκα, ὅκως ἅλληται ῥωσκομένως ἐν φυλακῇ· ἔχει δὲ τὸ ὕγρασμα ὁκόσον μάλιστα καὶ πυρευμένῃ ἄκος. Τοῦτο δὲ τὸ ὑγρὸν διοῤῥοῖ ἡ καρδίη πίνουσα, ἀναλαμβανομένη καὶ ἀναλίσκουσα, λάπτουσα τοῦ πνεύμονος τὸ ποτόν. Πίνει γὰρ ὥνθρωπος τὸ μὲν πολλὸν ἐς νηδύν· ὁ γὰρ στόμαχος ὁκοῖον χῶνος, καὶ ἐκδέχεται τὸ πλῆθος καὶ ἅσσα προσαιρόμεθα· πίνει δὲ καὶ ἐς φάρυγγα, τυτθὸν δὲ οἷον καὶ ὁκόσον ἂν λάθοι διὰ ῥύμης ἐσρυέν· πῶμα γὰρ ἀτρεκὲς ἡ ἐπιγλωσσὶς, κἂν διήσῃ μεῖζον ποτοῦ οὐδέν. Σημήϊον τοῦτο· ἢν γάρ τις κυάνῳ ἢ μίλτῳ φορύξας ὕδωρ δοίη δεδιψηκότι πάνυ πιεῖν, μάλιστα δὲ συῒ, τὸ γὰρ κτῆνος οὐκ ἔστιν ἐπιμελὲς οὐδὲ φιλόκαλον, ἔπειτα δὲ εἰ ἔτι πίνοντος ἀνατέμνοις τὸν λαιμὸν, εὕροις ἂν τοῦτον κεχρωσμένον τῷ ποτῷ· ἀλλ’ οὐ παντὸς ἀνδρὸς ἡ χειρουργία. Οὔκουν ἀπιστητέον ἡμῖν περὶ τοῦ ποτοῦ, εἰ εὐτρεπίζει τὴν σύριγγα τῷ ἀνθρώπῳ. Ἀλλὰ πῶς ὕδωρ ἀνέδην ἐνοροῦον ὄχλον καὶ βῆχα παρέχει πουλλήν; οὕνεκα, φημὶ, ἀπάντικρυ τῆς ἀναπνοῆς φέρεται. Τὸ γὰρ διὰ τῆς ῥύμης ἐσρέον, ἅτε παρὰ τυτθὸν ἰὸν, οὐκ ἐνίσταται τῇ ἀναφορῇ τοῦ ἠέρος, ἀλλά τινα καὶ λείην ὁδόν οἱ παρέχει ἡ ἐπίτεγξις· τοῦτο δὲ τὸ ὑγρὸν ἀπάγει τοῦ πνεύμονος ἅμα τῷ ἠέρι. Τὸν μὲν οὖν ἠέρα χρὴ, γενόμενον θεραπείην, ἀνάγκῃ ὀπίσω τὴν αὐτὴν ὁδὸν ἐκβάλλειν ἔνθεν ἤγαγεν· τὸ δ’ ὑγρὸν, τὸ μὲν εἰς τὸν κουλεὸν αὐτέης ἀποπτύει, τὸ δ’ αὖ ξὺν τῷ ἠέρι θύραζε χωρέειν ἐῇ. Ταύτῃ καὶ διαίρει τὸν οὐρανὸν, ὁκόταν παλινδρομέῃ τὸ πνεῦμα· παλινδρομέει δὲ κατὰ δίκην· οὐ γὰρ ἔστιν ἀνθρώπου φύσιος τροφὴ ταῦτα· κῶς γὰρ ἀνθρώπου τροφὴ ἄνεμος καὶ ὕδωρ τὰ ὠμά; ἀλλὰ μᾶλλον τιμωρίη ξυγγενέος πάθης. Περὶ δὲ οὗ ὁ λόγος, ἡ καρδίη μῦς ἐστι κάρτα ἰσχυρὸς, οὐ τῷ νεύρῳ, ἀλλὰ πιλήματι σαρκός. Καὶ δύο γαστέρας ἔχει διακεκριμένας ἐν ἑνὶ περιβόλῳ, τὴν μὲν ἔνθα, τὴν δὲ ἔνθα· οὐδὲν δὲ ἐοίκασιν ἀλλήλῃσιν· ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν ἐπὶ στόμα κέεται ὁμιλέουσα τῇ ἑτέρῃ [φλεβὶ], ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς· ἡ γὰρ πᾶσα καρδίη τουτέοισι τὴν ἕδρην ἐμπεποίηται· ἀτὰρ ἥδε καὶ πάμπαν εὐρυκοίλιος καὶ λαγαρωτέρη πολλῷ τῆς ἑτέρης, οὐδὲ τῆς καρδίης νέμεται τὴν ἐσχατιὴν, ἀλλ’ ἐγκαταλείπει τὸν οὐραχὸν στερεὸν, καί ἐστιν ὥσπερ ἔξωθεν προσεῤῥαμμένη. Ἡ δὲ ἑτέρη κέεται ὑπένερθεν μὲν μάλιστα, καὶ κατ’ ἰθυωρίην μάλιστα μὲν μαζῷ ἀριστερῷ, ὅπη καὶ διασημαίνει τὸ ἅλμα. Περίβολον δὲ ἔχει παχὺν, καὶ βόθρον ἐμβεβόθρωται τὸ εἶδος εἴκελον ὅλμῳ. Ἀλλὰ γὰρ ἤδη καὶ τοῦ πνεύμονος ἐνδύεται μετὰ προσηνίης, καὶ κολάζει τὴν ἀκρασίην τοῦ θερμοῦ περιβαλλομένη· ὁ γὰρ πνεύμων φύσει ψυχρός· ἀτὰρ καὶ ψυχόμενος τῇ εἰσπνοῇ.