7. Ὁ δὲ πνεύμων πρὸς τῇ καρδίῃ ἐγένετο ὧδε· τοῦ ὑγροῦ ὁκόσον ἦν κολλωδέστατον, ἡ καρδίη θερμαίνουσα ταχὺ ἐξήρανεν ὅκως περ ἀφρὸν, καὶ ἐποίησε σηραγγῶδες, καὶ φλέβια πολλὰ ἐν αὐτέῳ. Διὰ δὲ τοῦτο ἐποίησε τὰ φλέβια· ὁκόσον ἐν τῷ κολλώδει ἐνῆν ψυχρὸν, τοῦτο μὲν ὑπὸ τοῦ θερμοῦ διετάκη καὶ ἐγένετο ὑγρόν· τὸ δὲ ἀπὸ τοῦ κολλώδεος αὐτὸς ὁ χιτών.