4. Ὁ δὲ ἐγκέφαλός ἐστι μητρόπολις τοῦ ψυχροῦ καὶ τοῦ κολλώδεος, τὸ δὲ θερμὸν τοῦ λιπαροῦ μητρόπολις· θερμαινόμενον γὰρ, τὸ πρῶτον πάντων διαχεόμενον λιπαρὸν γίνεται, καὶ διὰ τοῦτο ἐγκέφαλος ὅτι ὀλίγιστον ἔχει τοῦ λιπαροῦ, τοῦ δὲ κολλώδεος πλεῖστον, οὐ δύναται ἐκκαυθῆναι ὑπὸ τοῦ θερμοῦ, ἀλλ’ ἐν τῷ χρόνῳ χιτῶνα μήνιγγα παχείην ἔλαβε· περὶ δὲ τὴν μήνιγγα ὀστέα ὁκόσον τὸ θερμὸν ἐκράτησε, καὶ ἐν ὅσοισι τοῦ λιπαροῦ ἐνῆν. Καὶ ὁ μυελὸς ὁ καλεόμενος νωτιαῖος καθήκει ἀπὸ τοῦ ἐγκεφάλου· καὶ οὐκ ἐστὶν ἐν αὐτῷ τοῦ λιπαροῦ ἢ τοῦ κολλώδεος πουλὺ, ὥσπερ καὶ τῷ ἐγκεφάλῳ· διὰ τοῦτο οὐκ ἂν δικαίως καὶ αὐτῷ εἴη μυελὸς οὔνομα· οὐ γὰρ ὅμοιος τῷ ἄλλῳ μυελῷ, ὡς ἐν τοῖσιν ἄλλοισιν ὀστοῖσιν ἔνι μοῦνος γὰρ μήνιγγας ἔχει, ὁ δὲ ἄλλος οὐκ ἔχει. Τεκμήρια δὲ τουτέων σαφέα, εἴ τις ἐθέλοι ὀπτᾷν νευρώδεά τε καὶ κολλώδεα, καὶ τὰ ἄλλα δέ· τὰ μὲν ἄλλα ταχὺ ὀπτᾶται, τὰ δὲ νευρώδεά τε καὶ κολλώδεα οὐκ ἐθέλει ὀπτᾶσθαι ἐλάχιστον γὰρ ἔχει τοῦ λιπαροῦ· τὸ δὲ πιότατον καὶ λιπαρὸν τάχιστα δπτᾶται. 5. Τὰ δὲ σπλάγχνα ὧδέ μοι δοκέει ξυστῆναι· περὶ μὲν οὖν τῶν φλεβῶν εἴρηταί μοι πρότερον ἡ δὲ καρδίη πουλὺ τοῦ κολλώδεος καὶ τοῦ ψυχροῦ ἔχει· καὶ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον, κρέας ἐγένετο σκληρὸν καὶ γλίσχρον, καὶ μήνιγξ περὶ αὐτὴν, καὶ ἐκοιλώθη οὐχ ὥσπερ φλέβες, καί ἐστιν ἐπὶ τῇς κεφαλῆς τῆς φλεβὸς τῆς κοιλοτάτης. Δύο γάρ εἰσι κοῖλαι φλέβες ἀπὸ τῆς καρδίης· τῇ μὲν οὔνομα ἀρτηρίη· τῇ δὲ κοίλη φλὲψ, πρὸς ᾗ ἡ καρδίη ἐστίν· καὶ πλεῖστον ἔχει τοῦ θερμοῦ ἡ καρδίη, ᾗ ἡ κοίλη φλέψ, καὶ ταμιεύει τὸ πνεῦμα. Πρὸς δὲ τούτοιν τοῖν φλεβοῖν ἄλλαι κατὰ τὸ σῶμα ἡ δὲ κοιλοτάτη φλὲψ, πρὸς ᾗ ἡ καρδίη, διὰ τῆς κοιλίης ἁπάσης διήκει καὶ διὰ τῶν φρενῶν, καὶ σχίζεται ἐς ἑκάτερον τῶν νεφρῶν· καὶ ἐπὶ τῇ ὀτφυὶ σχίζεται, καὶ ἀΐσσει ἐπί τε τὰ ἄλλα καὶ ἐς ἑκάτερον σκέλος, ἀτὰρ καὶ ἄνωθεν τῆς καρδίης πρὸς τῷ αὐχένι, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ’ ἐπ’ ἀριστερά· καὶ τότε ἐπὶ τὴν κεφαλὴν ἄγει καὶ ἐν τοῖς κροτάφοισι σχίζεται ἑκατέρη. Ἔστι δὲ καὶ ἀριθμῷ εἰπεῖν τὰς φλέβας τὰς μεγίστας· ἐνὶ δὲ λόγῳ ἀπὸ τῆς κοίλης φλεβος καὶ ἀπὸ τῆς ἀρτηρίης αἱ ἄλλαι φλέβες ἐσχισμέναι εἰσι κατὰ πᾶν τὸ σῶμα· κοιλόταται δὲ αἱ πρὸς τῇ καρδιῃ καὶ τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ καὶ κάτωθεν τῆς καρδίης μέχρι τῶν ἰσχίων. 6. Καὶ τὸ θερμὸν πλεῖστον ἔνι τῇσι φλεψὶ καὶ τῇ καρδίῃ, καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἔχει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ. Ῥηΐδιον δὲ τοῦτο καταμαθεῖν, ὅτι τρέφον ἐστὶ τὸ πνεῦμα· ἡ καρδίη καὶ αἱ κοῖλαι φλέβες κινέονται αἰεὶ, καὶ τὸ θερμότατον πλεῖστον ἐν τῇσι φλεψίν· καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἕλκει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ. Ἔστι δὲ καὶ ἄλλως γνῶναι· πῦρ εἴ τις θέλει καίειν ἐν οἰκήματι ὁκόταν ἄνεμος μὴ εἰσπνέῃ, φλὸξ κινέεται τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον· καὶ λυχνὸς καιόμενος τὸν αὐτὸν τρόπον κινέεται, τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον, ἀνέμου οὐδενὸς κινέοντος, ὅν τινα καὶ ἡμεῖς οἷοί τέ ἐσμεν γινώσκειν πνέοντα· καὶ τροφή ἐστι τῷ θερμῷ τὸ ψυχρόν. Τὸ δὲ παιδίον ἐν τῇ γαστρὶ συνέχον τὰ χείλεα μύζει ἐκ τῶν μητρέων τῆς μητρὸς καὶ ἕλκει τήν τε τροφὴν καὶ τὸ πνεῦμα τῇ καρδίῃ εἴσω· τοῦτο γὰρ θερμότατόν ἐστιν ἐν τῷ παιδίῳ, ὅταν περ ἡ μήτηρ ἀναπνέῃ· τούτῳ δὲ καὶ τῷ ἄλλῳ σώματι τὴν κίνησιν παρέχει τὸ θερμὸν καὶ τοῖς ἄλλοις πᾶσιν. Εἰ δέ τις ἐρωτοίη πῶς τοῦτο οἶδέ τις, ὅτι ἐν τῇ μήτρῃ τὸ παιδίον ἕλκει καὶ μύζει, τάδε αὐτῷ ἔστιν ἀποκρίνασθαι· κόπρον ἔχον ἐν τοῖσιν ἐντέροισι γίνεται, καὶ ἀποπατέει ἐπειδὰν γένηται τάχιστα, καὶ οἱ ἄνθρωποι καὶ τὰ πρόβατα· καίτοι οὐκ ἂν εἶχε κόπρον, εἰ μὴ ἐν τῇσι μήτρῃσιν ἔμυζεν, οὐδ’ ἂν θηλάζειν τὸν μασθὸν ἠπίστατο γεννώμενον αὐτίκα, εἰ μὴ καὶ ἐν τῇ μήτρῃ ἔμυζε. Καὶ περὶ μὲν τῆς κινήσιος τῆς καρδίης καὶ τῶν φλεβῶν οὕτως ἔχει.