17. Ὁρῇ δὲ διὰ τοῦτο· ἀπὸ τοῦ ἐγκεφάλου τῆς μήνιγγος φλὲψ καθήκει ἐς τὸν ὀφθαλμὸν διὰ τοῦ ὀστέου ἑκάτερον· διὰ ταύταιν ταῖν φλεβοῖν ἀπὸ τοῦ ἐγκεφάλου διηθέεται τὸ λεπτότατον τοῦ κολλωδεστάτου· καὶ διὰ τοῦτο αὐτὸ περὶ αὐτὸν δέρμα ποιέει τοιοῦτον οἷόν περ αὐτό ἐστι τὸ διαφανὲς τοῦ ὀφθαλμοῦ τὸ πρὸς τοῦ ἠέρος, πρὸς ὃ προσβάλλει τὰ πνεύματα, κατὰ τὸν αὐτὸν λόγον ὥσπερ περὶ τοῦ ἄλλου δέρματος ἔλεξα. Πολλὰ δὲ ταῦτ’ ἐστὶ τὰ δέρματα πρὸ τοῦ ὁρέοντος διαφανέα, ὁκοῖόν περ αὐτό ἐστιν· τούτῳ γὰρ τῷ διαφανεῖ ἀνταυγέει τὸ φῶς καὶ τὰ λαμπρὰ πάντα· τουτέῳ οὖν ὁρῇ τῷ ἀνταυγέοντι· ὅ τι δὲ μὴ λαμπρόν ἐστι μηδὲ ἀνταυγεῖ, τουτέῳ οὐχ ὁρῇ· τὸ δὲ ἄλλο τὸ περὶ τοὺς ὀφθαλμοὺς λευκὸν κρέας ἐστίν. Ἡ δὲ κόρη καλεομένη τοῦ ὀφθαλμοῦ μέλαν φαίνεται διὰ τοῦτο, ὅτι ἐν βάθει ἐστὶ καὶ χιτῶνες περὶ αὐτὸ εἰσὶ μέλανες· χιτῶνα δὲ καλέομεν τὸ ἐνεὸν ὥσπερ δέρμα· ἔστι δὲ οὐ μέλαν ὄψει, ἀλλὰ λευκὸν διαφανές. Τὸ δὲ ὑγρὸν κολλῶδες· πολλάκις γὰρ ὀπώπαμεν ἐπὶ συῤῥαγέντος ὀφθαλμοῦ ἐξιὸν ὑγρὸν κολλῶδες· κἢν μὲν ᾖ ἔτι θερμὸν, ὑγρόν ἐστιν· ἐπειδὰν δὲ ψυχθῇ, ἐγένετο ξηρὸν ὥσπερ λιβανωτὸς διαφανὴς, καὶ τῶν ἀνθρώπων καὶ τῶν θηρίων ὅμοιόν ἐστι. Τὸν δὲ ὀφθαλμὸν ἀνιᾷ πᾶν ὅ τι ἂν ἐμπέσῃ, καὶ τὰ πνεύματα προσβάλλοντα, καὶ τὰ ἄλλα ὅσα λαμπρότερα ἢ κατ’ αὐτόν ἐστι, καὶ εἴ τις ἐγχρίσει, διὰ τόδε, ὅτι ὁμόχροια ἔνυγρός ἐστιν, ὥσπερ τὸ στόμα καὶ ἡ γλῶσσα καὶ ἡ ἄλλη κοιλίη ἔνυγρά ἐστιν.