12. Οἱ δὲ ὀδόντες ὕστερον γίνονται διὰ τόδε· ἀπὸ τῶν ὀστέων τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖν γνάθοιν ἡ αὔξησις γίνεται· τοῦ κολλώδεος καὶ τοῦ λιπαροῦ τὸ ἐνεὸν ὑπὸ τοῦ θερμοῦ ξηραινόμενον ἐκκαίεται, καὶ γίνονταί ὀδόντες σκληρότεροι τῶν ἄλλων ὀστέων, ὅτι οὐκ ἔνεστι τοῦ ψυχροῦ. Καὶ οἱ μὲν πρῶτοι ὀδόντες φύονται ἀπὸ τῆς διαίτης τῆς ἐν τῇ μήτρῃ, καὶ, ἐπὴν γένηται, ἀπὸ τοῦ γάλακτος θηλάζοντι τῷ παιδίῳ· ἐπειδὰν δὲ οὗτοι ἐκπέσωσιν ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, ἐκπίπτουσι δὲ ἐπειδὰν ἑπτὰ ἔτεα ἔῃ τῆς πρώτης τροφῆς, ἔστι δὲ καὶ οἷς πρότερον, ἢν ἀπὸ νοσερῆς τροφῆς φυῶσιν· τοῖσι δὲ πλείστοισιν, ἐπειδὰν ἑπτὰ ἔτεα γένηται· οἱ δὲ μεταφυέοντες συγκαταγηράσκουσιν, ἢν μὴ ὑπὸ νόσου διαφθαρῶσι. 13. Διὰ δὲ τοῦτο φύονται οἱ ὀδόντες ὕστερον τῶν ἄλλων· ἐν τῇ γνάθῳ φλέβες εἰσὶ τῇ κάτω κοῖλαι, καὶ μούνοισι τῶν ὀστέων αὗται τὴν τροφὴν παρέχουσι τῷ ὀστέῳ· τὰ δὲ ὀστέα τοιαύτην αὔξησιν ὁποῖά πέρ ἐστι, καὶ τὰ ἄλλα δὲ πάντα τοιαύτην ἀποδίδωσιν αὔξησιν, ὁποῖα αὐτά ἐστιν· καὶ γὰρ αἱ φλέβες αἱ ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων, εἰς ἃ συλλέγεται τὰ σιτία καὶ τὰ ποτὰ, ἐπειδὰν θερμανθῇ ταῦτα, ἕλκουσι τὸ λεπτότατον καὶ τὸ ὑγρότατον· τὸ δὲ παχύτατον αὐτέου καταλείπεται, καὶ γίνεται κόπρος ἐν τοῖσιν ἐντέροισι τοῖσι κάτω· τὸ δὲ λεπτότατον αἱ φλέβες ἕλκουσιν ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων τῶν ἄνωθεν τῆς νήστιος, θερμαινομένων τῶν σιτίων· ἐπὴν δὲ περήσῃ τὴν νῆστιν, ἐς τὰ κάτω ἔντερα ξυνεστράφη, καὶ κόπρος ἐγένετο· ἡ δὲ τροφὴ ἐπειδὰν ἀφίκηται ἐς ἕκαστον, τοιαύτην ἀπέδωκε τὴν εἰδέην ἑκάστου ὁκοία περ ἦν· ἀρδόμενα γὰρ ὑπὸ τῆς τροφῆς αὔξεται ἕκαστα, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ κολλῶδες καὶ τὸ λιπαρὸν καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ ὀστέα καὶ τὰ ἄλλα ξύμπαντα ὁκόσα ἐν τῷ ἀνθρώπῳ ἔνι. Διὰ τοῦτο ὕστερον οἱ ὀδόντες φύονται· εἴρηται δέ μοι καὶ πρότερον ὅτι μοῦναι τῶν ὀστέων αἱ γνάθοι φλέβας ἔχουσιν αὐταὶ ἐν ἑωυταῖσι· καὶ διὰ τοῦτο τροφὴ ἕλκεται πλέον ἢ ἐς τὰ ἄλλα ὀστέα. Καὶ πλέονα τὴν τροφὴν ἔχοντα καὶ ἀθροωτέρην τὴν ἐπιῤῥοὴν, ἀποτίκτει αὔξησιν αὐτὰ ἀφ’ ἑαυτέων τοιαύτην οἷά πέρ ἐστιν αὐτὰ, τέως ἄν περ καὶ ἄνθρωπος οὖλος αὐξάνηται. Αὐξάνεται δὲ ἐπὴν γένηται ἐπίδηλος· ἐπίδηλος δὲ μάλιστα γίνεται ἀπὸ ἑπταετέος μέχρι τεσσαρεσκαιδεκαετέος, καὶ ἐν τουτέῳ τῷ χρόνῳ οἵ τε μέγιστοι τῶν ὀδόντων φύονται καὶ ἄλλοι πάντες, ἐπὴν ἐκπέσωσιν οἳ ἐγένοντο ἀπὸ τῆς τροφῆς τῆς ἐν τῇ μήτρῃ. Αὐξάνεται δὲ καὶ ἐς τὴν τρίτην ἑβδομάδα, ἐν ᾗ νεηνίσκος γίνεται, μέχρι τεσσάρων καὶ πέντε ἑβδομάδων· καὶ ἐν τῇ τετάρτῃ δὲ ἑβδομάδι ὀδόντες φύονται δύο τοῖσι πολλοῖσι τῶν ἀνθρώπων, οὗτοι καλέονται σωφρονιστῆρες. 14. Αἱ δὲ τρίχες φύονται ὧδε· ὀστέα εἰσὶ καὶ ἐγκέφαλος, ἀφ’ ὧν ἡ τοιαύτη αὔξησις, ὅτι τοῦ πέριξ κολλώδεος, ὅπως περ τοῖσι νεύροισι, καὶ τοῦ λιπαροῦ οὐκ ἔνεστιν· εἰ γὰρ ἐνῆν τοῦ λιπαροῦ, ἐξεκαίετο ἂν ἐκ τοῦ θερμοῦ. Τάχα δὲ θαυμάσειεν ἄν τις ὅτι καὶ ἐν τῇσι μασχάλῃσι καὶ ἐν τῷ ἐπισείῳ τρίχες πολλαὶ καὶ ἐν τῷ σώματι παντί εἰσιν· ωὐτὸς λόγος περὶ τουτέου· ὅπου τυγχάνει τοῦ σώματος τὸ κολλῶδες ὂν, ἐνταῦθα αἱ τρίχες γίνονται ὑπὸ τοῦ θερμοῦ. 15. Ἀκούει δὲ διὰ τόδε· τὰ τρήματα τῶν οὐάτων προσήκει πρὸς ὀστέον σκληρόν τε καὶ ξηρὸν ὅμοιον λίθῳ· τοῦτο δὲ, πέφυκε πρὸς ὀστέον κοίλωσις σηραγγώδης· οἱ δὲ ψόφοι ἀπερείδονται πρὸς τὸ σκληρόν· τὸ δὲ ὀστέον τὸ κοῖλον ἐπηχεῖ διὰ τοῦ σκληροῦ· τὸ δὲ δέρμα τὸ πρὸς τῇ ἀκοῇ πρὸς τῷ ὀστέῳ τῷ σκληρῷ λεπτόν ἐστιν ὥσπερ ἀράχνιον, ξηρότατον τοῦ ἄλλου δέρματος. Τεκμήρια δὲ πολλὰ ὅτι ξηρότατον ἠχεῖ μάλιστα· ὅταν δὲ μέγιστον ἠχήσῃ, τότε μάλιστα ἀκούομεν. Καί εἰσί τινες οἳ ἔλεξαν φύσιν ξυγγράφοντες ὅτι ὁ ἐγκέφαλός ἐστιν ὁ ἠχέων· τοῦτο δὲ οὐκ ἂν γένηται· αὐτός τε γὰρ ὁ ἐγκέφαλος ὑγρός ἐστι, καὶ μῆνιγξ περὶ αὐτόν ἐστιν ὑγρὴ καὶ παχείη, καὶ περὶ τὴν μήνιγγα ὀστέα· οὐδὲν οὖν τῶν ὑγρῶν ἠχεῖ, ἀλλὰ ξηρά· τὰ δὲ ἠχέοντα ἀκοὴν ποιεῖ.