8. Μασχάλῃσι δὲ ξυῤῥέει μὲν καὶ ἐνταῦθα, ἀλλ’ ὅταν πλῆθος ᾖ, δριμεῖς ἰχῶρες, καὶ ὧδε γίνονται φύματα. Κατὰ ταὐτὰ καὶ ἐν τοῖσι βουβῶσιν ἕλκει τὴν ἀπὸ τῶν ὑπερκειμένων ὑγρασίην ἡ ἀδήν· ἄλλως εἰ πλῆθος λάβοι, βουβωνοῦται καὶ διαπυΐσκεται καὶ φλεγμαίνει ἰκέλως μασχάλῃσί τε καὶ τραχήλῳ· τὰ δ’ αὐτά οἱ δοκέει παρέχειν ἀγαθὰ καὶ κακά. Καὶ ταῦτα μὲν ἀμφὶ τῶνδε. 9. Τὰ δὲ ἔντερα ἔχει κόρον πουλὺν ἀπό τε σιτίων καὶ ποτῶν· ἔχει δὲ καὶ τὴν ὑπὸ τοῦ δέρματος ὑγρασίην· αὕτη πᾶσα ἀπαναισιμοῦται ἰκέλη τῆς πρόσθεν· νούσους δὲ οὐ ποιεῖ τὰ πολλὰ, ὅκως περ καὶ ἐν τοῖσιν ἄρθροισι γίνεται· συχναὶ γάρ τοι ἀδένες καὶ ἀναπετέες, καὶ οὐ κοῖλαι, καὶ οὐ πουλὺ πλῆθος ἐπαυρισκόμεναι ἡ ἑτέρη τῆς ἑτέρης, ἐπεὶ μᾶλλον πλεονεκτεῖν ἐθέλουσα οὐδὲ μίη τότε πλῆθος ἔχειν δύναται, ἀλλ’ ὀλίγον ἑκάστη ξυῤῥέον ἐς τὸ ἄρθρον ἐς πολλὰ διαιρεόμενον· ἰσότης ἐστὶν αὐτέῃσιν.