5. Τὰ δ’ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει. Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ’ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ’ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ· βιῆται γὰρ τὸ σπέρμα. Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας. Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος· καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.