4. Καὶ οὕτω τὴν πλεονεξίην τοῦ ἄλλου σώματος αἱ ἀδένες κέρδος ποιεύμεναι, τροφὴ ξύντροφος αὐτέῃσίν ἐστιν· ὥστε ὅκου τελματώδεα, ἐκεὶ καὶ ἀδένες· σημεῖον, ὅκου ἀδὴν, ἐκεῖ καὶ τρίχες· ἡ γὰρ φύσις ποιέει ἀδένας καὶ τρίχας, ἄμφω χρέος τωὐτὸ λαμβάνουσιν, αἱ μὲν ἐς τὸ ἐπιῤῥέον, ὡς καὶ ἔμπροσθεν εἴρηται· αἱ δὲ τρίχες τὴν ἀπὸ τῶν ἀδένων ἐπικαιρίην ἔχουσαι· φύονταί τε καὶ αὔξονται, ἀναλεγόμεναι τό τε περισσὸν καὶ ἐκβρασσόμενον ἐπὶ τὰς ἐσχατιάς. Ὅκου δὲ αὖον ἐὸν τὸ σῶμα, οὗτε ἀδὴν οὔτε θρίξ· τὰ δὲ ἁπαλὰ καὶ πονεύμενα καὶ κάθυγρα, ἀδὴν ὧδε καὶ τρίχες· ἀδένες δὲ καὶ κατὰ τοῖν οὐάτοιν ἔνθα καὶ ἔνθα ἑκατέρωθεν κατὰ τὰς σφαγὰς τοῦ τραχήλου, τρίχες τε ἐνταῦθα ἑκατέρωθεν· ἐπὶ ταῖς μασχάλῃσιν ἀδένες καὶ τρίχες· βουβῶνες καὶ ἐπίσειον ἰκέλως μασχάλῃσιν, ἀδὴν καὶ τρίχες. Ταῦτα μὲν κοῖλα τῶν ἐν τῷ σώματι καὶ ῥηΐδια ἐς περιουσίην ὑγροῦ· καὶ γὰρ πονέει ταῦτα καὶ κινέεται μάλιστα τῶν ἐν τῷ σώματι. 5. Τὰ δ’ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει. Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ’ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ’ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ· βιῆται γὰρ τὸ σπέρμα. Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας. Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος· καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.