11. Ποιέει δὲ νούσους καὶ ἥσσονας καὶ μείζονας ἢ αἱ ἄλλαι ἀδένες· ποιέει δὲ, ὁκόταν ἐς τὰ κάτω τοῦ σώματος τὴν σφετέρην πλεονεξίην ἀποστείλῃ. Ῥόοι δὲ ἀπὸ κεφαλῆς ἕως ἀποκρίσιος, δι’ ὤτων κατὰ φύσιν, δι’ ὀφθαλμῶν, διὰ ῥινῶν· τρεῖς οὗτοι· καὶ ἄλλοι δι’ ὑπερώης ἐς φάρυγγα, ἐς στόμαχον· ἄλλοι διὰ φλεβῶν ἐπὶ νωτιαῖον, ἐς τὰ ἰσχία, οἱ πάντες ἑπτά. 12. Οὗτοι τοῦ τε ἐγκεφάλου λύματά εἰσιν ἀπιόντες· καὶ εἰ μὴ ἀπίοιεν, νοῦσος αὐτέῳ. Οὕτω δὲ καὶ τῷ ἄλλῳ σώματι, ἢν ἐς τὰ ἔνδον ἀπίωσι καὶ μὴ ἔξω, καὶ αὐτοῖς ὄχλος πουλὺς, κἀνδόθεν ἑλκοῖ, καὶ δριμὺ μὲν εἰ πρόοιτο ὁ ἐγκέφαλος ῥεῦμα, τὰς ἐπιῤῥοὰς ἐσθίει καὶ ἑλκοῖ· καὶ τὸ μὲν ἐπιὸν ἢν ᾖ πλῆθος κατιὸν ἅλις, οὐκ ἀνέχει ὁ ῥόος, ἔστ’ ἂν ἐσαρύηται τὴν πληθὺν τοῦ κατιόντος· καὶ τὸ μὲν ἐπιῤῥέον ἀποπέμπων ἔξω, ἕτερον δὲ ἐσδεχόμενος, ἐς τὸ ὅμοιον αἰεὶ καθιστάμενος· τά τε ὕγρὰ ἕλκει καὶ ποιέει νούσους. Ἄμφω δὲ ἐν ἀκηδίῃ καταγυιοῖ τὴν φύσιν· καὶ ἢν πάθῃ, δυ’ ἐστὸν κακία· τὰ μὲν γὰρ πάθη τῆς φύσεως, οἱ προειρημένοι ῥόοι δυσφορέουσι τὸ πλῆθος, καὶ ὀδάξονται τὸ ἄλογον καὶ οὐ ξύνηθες ὄν· ὁ δὲ ἐγκέφαλος πῆμα ἴσχει καὶ αὐτὸς οὐχ ὑγιαίνων· ἀλλ’ εἰ μὲν δάκνοιτο, τάραχον πουλὺν ἴσχει, καὶ ὁ νόος ἀφραίνει, καὶ ὁ ἐγκέφαλος σπᾶται καὶ ἕλκει τὸν ὅλον ἄνθρωπον, ἐνίοτε δ’ οὐ φωνέει καὶ πνίγεται, ἀποπληξίη τῷ πάθει τοὔνομα. Ἄλλοτε δὲ δριμὺ μὲν οὐ ποιέει αὐτὸ τὸ ῥεῦμα, πλῆθος δ’ ὂν τὸ ἐμπεσὸν, πονέει τοῦτο, καὶ ἡ γνώμη ταράττεται, καὶ περίεισιν ἀλλοῖα φρονῶν καὶ ἀλλοῖα ὁρέων· φέρων τὸ ἦθος τῆς νούσου σεσηρόσι μειδιήμασι καὶ ἀλλοκότοισι φαντάσμασιν. 13. Ἄλλος ῥόος ἐπ’ ὀφθαλμοὺς, ὀφθαλμίαι, καὶ οἰδέουσιν αἱ ὄψεις. Εἰ δὲ ἐπὶ ῥῖνας ὁ κατάῤῥους, ὀδάξονται μυκτῆρας, καὶ ἄλλο οὐδὲν δεινόν· αἵ τε γὰρ ὁδοὶ τουτέων εὐρέες καὶ ἱκαναὶ τιμωρέειν σφίσιν· πρὸς δὲ καὶ ἀσύστροφον τὸ ἀπιὸν αὐτέησι. Τὰ δὲ οὔατα σκολιὸς μὲν πόρος καὶ στεινός· ὁ δ’ ἐγκέφαλος πλησίον αὐτέου αὐτοῖσιν ἐμπιέζεται· νοσέων δὲ τὴν νοῦσον ταύτην, τὰ πολλὰ ἀποκρίνει κατὰ τὸ οὖς ἀπὸ τῆς πυκινῆς ῥοῆς ἀνὰ χρόνον, ὤρισταί τε, καὶ ῥέει δυσῶδες πῦον. Οὕτως ἐς τὰ ἔξω δῆλοι τῷ ὀφθαλμῷ ῥόοι καὶ οὐ πάμπαν θανατώδεες. 14. Ἢν δὲ ὀπίσῳ τὸ ῥεῦμα ᾖ δι’ ὑπερώης, τὸ ἀφικόμενον φλέγμα ἐς τὴν κοιλίην, ῥέουσι μὲν καὶ αἱ κοιλίαι τούτων, νοσέουσι δὲ οὔ· ἀναμένοντος κάτω τοῦ φλέγματος, εἰλεοί. Τὰ πάθη χρόνια, ἄλλοις δι’ ὑπερώης ἐπὶ φάρυγγα, ἢν πουλὺ ῥυῇ καὶ ἐπὶ πουλὺ, αἱ νοῦσοι φθινάδες· κορίσκονται γὰρ τοῦ φλέγματος οἱ πνεύμονες, καὶ γίνεται τὸ πῦον· τοῦτο διεσθίει τοὺς πνεύμονας, καὶ οἱ νοσέοντες οὐ ῥάϊον περιγίνονται· καὶ ἡ γνώμη τοῦ ἰητροῦ, καὶ ἢν ἀγαθὸς καὶ ἢν ἀγχίνοος, τὰ πολλ’ ἀξυνετέει τῆς προφάσιος. Ἄλλη νοῦσος διὰ φλεβῶν ἐπὶ νωτιαῖον ἀπὸ κατάῤῥου κεφαλῆς· ἀΐσσει δὲ ἐνταῦθα ἐπὶ ἱερὸν ὀστέον, ἄγων τὴν ἐπιῤῥοὴν ὁ νωτιαῖος, καὶ ἐναπέθετο τῇσι κοτύλῃσι τῶν ἰσχίων· ἰσχία καὶ ἢν ποιέῃ φθίσιν, καὶ μαραίνεται ὁ ἄνθρωπος ὅδε καὶ ὧδε, καὶ ζώειν οὐκ ἐθέλει· ταχὺ γὰρ πονέει τὴν σπάθην, καὶ ᾅμα τὼ πόδε καὶ μηρὼ παρέπονται, καὶ αἰεὶ τελέως ὄλλυνται χρόνῳ πολλῷ μελεδαινόμενοι, καὶ οὕτως ἀπηύδηκε καὶ θνήσκει. Ταῦτά μοι περὶ ῥόων ἀπὸ κεφαλῆς εἴρηται. 15. Καὶ πάθεα ἐγκεφάλου καὶ ἄλλαι νοῦσοι, παραφροσύναι καὶ μανίαι, καὶ πάντα ἐπικίνδυνα, καὶ πονέει ὁ ἐγκέφαλος καὶ αἱ ἄλλαι ἀδένες· ἔχει γὰρ καὶ τόνον καὶ ἄλλη ξύνοδος ἐνταῦθα πάλιν τοῦ σώματος.