10. Ἡ κεφαλὴ καὶ αὕτη τὰς ἀδένας ἔχει, τὸν ἐγκέφαλον ἴκελον ἀδένι· ἐγκέφαλος γὰρ καὶ λευκὸς καὶ ψαφαρὸς, ὅκως περ καὶ ἀδένες, καὶ ταὐτὰ ἀγαθὰ τῇσιν ἀδέσι ποιεῖ τὴν κεφαλὴν ἐοῦσαν, διὰ τὰ εἰρημένα μοι, τιμωρέων ὁ ἐγκέφαλος ἀποστερέει τὴν ὑγρασίην, καὶ ἐπὶ τὰς ἐσχατιὰς ἔξω ἀποστέλλει τὸ πλέον ἀπὸ τῶν ῥοῶν. Μείζων δ’ ὁ ἐγκέφαλος τῶν ἄλλων ἀδένων, καὶ αἱ τρίχες μείζους ἢ αἱ ἄλλαι τρίχες· μείζων τε γὰρ ὁ ἐγκέφαλος καὶ ἐν εὐρυχωρίῃ κέεται τῇ κεφαλῇ. 11. Ποιέει δὲ νούσους καὶ ἥσσονας καὶ μείζονας ἢ αἱ ἄλλαι ἀδένες· ποιέει δὲ, ὁκόταν ἐς τὰ κάτω τοῦ σώματος τὴν σφετέρην πλεονεξίην ἀποστείλῃ. Ῥόοι δὲ ἀπὸ κεφαλῆς ἕως ἀποκρίσιος, δι’ ὤτων κατὰ φύσιν, δι’ ὀφθαλμῶν, διὰ ῥινῶν· τρεῖς οὗτοι· καὶ ἄλλοι δι’ ὑπερώης ἐς φάρυγγα, ἐς στόμαχον· ἄλλοι διὰ φλεβῶν ἐπὶ νωτιαῖον, ἐς τὰ ἰσχία, οἱ πάντες ἑπτά.