ΠΕΡΙ ΑΔΕΝΩΝ. 1. Περὶ δὲ ἀδένων οὐλομελίης ὧδε ἔχει. Φύσις μὲν αὐτέῃσι σπογγώδης, ἀραιαὶ μὲν καὶ πίονες, καὶ ἔστιν οὔτε σαρκία ἴκελα τῷ ἄλλῳ σώματι, οὔτε ἄλλο τι ὅμοιον τῷ σώματι, ἀλλὰ ψαφαρὰ καὶ φλέβας ἔχει συχνάς· εἰ δὲ διατάμοις, αἱμοῤῥαγίη λάβρος· τὸ εἶδος λευκαὶ καὶ οἷον φλέγμα, ἐπαφομένῳ δὲ οἷον εἴρια· κἢν ἐργάσῃ τοῖς δακτύλοις ἐπιπουλὺ βιησάμενος, ἡ ἀδὴν ὑγρὸν ἀφίησιν ἐλαιῶδες, καὶ αὐτὴ θρύπτεται πολλὰ καὶ ἐξαπόλλυται. 2. Πονέουσι δὲ οὐ κάρτα, ἀλλὰ τῷ ἄλλῳ σώματι, ἐπὴν πονέωσι δὲ, ἢ δι’ ἰδίην νοῦσον· παῦρα δὲ καὶ τῷ σώματι ξυμπονέουσιν. Αἱ νοῦσοι φύματα γίνονται, καὶ χοιράδες ἀναπηδῶσι, καὶ πῦρ ἔχει τὸ σῶμα· πάσχουσι δὲ ταῦτα, ἐπὴν ὑγρασίης πληρωθῶσι τῆς ἐπὶ τοῦ ἄλλου σώματος ἐπιῤῥεούσης εἰς αὐτάς· ἐπιῤῥέει δὲ ἐκ τοῦ ἄλλου σώματος διὰ τῶν φλεβῶν, αἳ δι’ αὐτῶν τέτανται πολλαὶ καὶ κοῖλαι, ὥστε ἀκολουθεῖν τὸ ὑγρὸν ὅ τι ἂν ἕλκωσιν εὐπετέως ἐς αὐτάς· κἢν πουλὺ ἔῃ καὶ νοσῶδες ἡ ῥοὴ, ξυντείνουσιν αἱ ἀδένες ἐπὶ σφᾶς τὸ ἄλλο σῶμα· οὕτω πυρετὸς ἐξάπτεται, καὶ ἀείρονται καὶ φλογῶσιν αἱ ἀδένες. 3. Ἀδένες δὲ ὕπεισιν ἐν τῷ σώματι πλείους ἢ μείζους ἐν τοῖσι κοίλοισιν αὐτέου καὶ ἐν τοῖσιν ἄρθροισι, καὶ ὁκόσα ἐν τοῖσιν ἄλλοισιν ὑγρηδὸν, καὶ κατὰ τὰ αἱματώδεα χωρία· αἱ μὲν ὡς τὸ ἐπιῤῥέον ἄνωθεν ἐς τὰ κοῖλα ἐπιδεχόμεναι ἐπὶ σφέας ἕλκωσιν, αἱ δὲ ὥστε τὴν αὖθις γινομένην ὑπὸ τῶν πόνων ὑγρασίην ἐκδεχόμεναι, ἐξαρύωσι τὴν πληθὺν, ἥντινα μεθίησι τὰ ἄρθρα. Οὕτω πλάδος οὐκ ἔνι ἐν τῷ σώματι· εἰ γάρ τι καὶ γίνοιτο παραυτίκα, οὐκ ἂν ἐπιγίνοιτο πλάδος ὀπίσω· καταναισιμοῦται γὰρ καὶ τὸ πουλὺ καὶ τὸ ὀλίγον ἐς τὰς ἀὃένας. 4. Καὶ οὕτω τὴν πλεονεξίην τοῦ ἄλλου σώματος αἱ ἀδένες κέρδος ποιεύμεναι, τροφὴ ξύντροφος αὐτέῃσίν ἐστιν· ὥστε ὅκου τελματώδεα, ἐκεὶ καὶ ἀδένες· σημεῖον, ὅκου ἀδὴν, ἐκεῖ καὶ τρίχες· ἡ γὰρ φύσις ποιέει ἀδένας καὶ τρίχας, ἄμφω χρέος τωὐτὸ λαμβάνουσιν, αἱ μὲν ἐς τὸ ἐπιῤῥέον, ὡς καὶ ἔμπροσθεν εἴρηται· αἱ δὲ τρίχες τὴν ἀπὸ τῶν ἀδένων ἐπικαιρίην ἔχουσαι· φύονταί τε καὶ αὔξονται, ἀναλεγόμεναι τό τε περισσὸν καὶ ἐκβρασσόμενον ἐπὶ τὰς ἐσχατιάς. Ὅκου δὲ αὖον ἐὸν τὸ σῶμα, οὗτε ἀδὴν οὔτε θρίξ· τὰ δὲ ἁπαλὰ καὶ πονεύμενα καὶ κάθυγρα, ἀδὴν ὧδε καὶ τρίχες· ἀδένες δὲ καὶ κατὰ τοῖν οὐάτοιν ἔνθα καὶ ἔνθα ἑκατέρωθεν κατὰ τὰς σφαγὰς τοῦ τραχήλου, τρίχες τε ἐνταῦθα ἑκατέρωθεν· ἐπὶ ταῖς μασχάλῃσιν ἀδένες καὶ τρίχες· βουβῶνες καὶ ἐπίσειον ἰκέλως μασχάλῃσιν, ἀδὴν καὶ τρίχες. Ταῦτα μὲν κοῖλα τῶν ἐν τῷ σώματι καὶ ῥηΐδια ἐς περιουσίην ὑγροῦ· καὶ γὰρ πονέει ταῦτα καὶ κινέεται μάλιστα τῶν ἐν τῷ σώματι. 5. Τὰ δ’ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει. Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ’ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ’ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ· βιῆται γὰρ τὸ σπέρμα. Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας. Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος· καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.