6. Ὁκόσοισιν ἐν ὀδοντοφυίῃ ἡ κοιλίη πλείω ὑπάγει, ἧσσον σπᾶται ἢ ὅτῳ ὁλιγάκις. 7. Ὁκόσοισιν ἐπὶ ὀδοντοφυίῃ πυρετὸς ὀξὺς ἐπιγίγνεται, ὀλιγάκις σπῶνται. 8. Ὁκόσα ὀδοντοφυεῦντα εὔτροφα μένει καταφορικὰ ἐόντα, κίνδυνος σπασμὸν ἐπιλαβεῖν. 9. Τὰ ἐν χειμῶνι ὀδοντοφυεῦντα, τῶν ἄλλων ὁμοίων ἐόντων, βέλτιον ἀπαλλάσσει. 10. Οὐ πάντα τὰ ἐπὶ ὀδοῦσι σπασθέντα τελευτᾷ· πολλὰ δὲ καὶ διασώζεται.