16. Τὰ παρεσθίοντα ἐν τῷ θηλάζειν ῥᾷον φέρει ἀπογαλακτισμόν. 17. Τὰ πολλάκις παρηθεῦντα δίαιμον καὶ ἄπεπτον κατὰ κοιλίην, πλεῖστα τῶν ἐν πυρετῷ ὑπνώδεα. 18. Τὰ ἐν παρισθμίοις ἕλκεα ἄνευ πυρετῶν γιγνόμενα ἀσφαλέστερα. 19. Ὁκόσοισιν ἐν τῷ θηλάζειν τῶν νηπίων βὴξ προσίσταται, σταφυλὴν εἴωθε μείζονα ἔχειν. 20. Ὁκόσοισι ταχέως ἐν παρισθμίοις νομαὶ ἐφίστανται, τῶν πυρετῶν μενόντων καὶ βηχίων, κίνδυνος πάλιν γενέσθαι ἕλκεα.