36. Νεοτόκῳ γυναικί· ῥόδινον, σμύρναν, κηρὸν μίξαντά ἐν εἰρίῳ δοῦναι προστίθεσθαι· ὅταν δέ οἱ προσπέσωσιν αἲ μῆτραι, τὰ ξηρὰ καὶ στρυφνὰ προσφέρειν καὶ πίνειν καὶ προσέχειν. 37. Σῦκον μέλαν, σκόροδον, λίτρον, κύμινον, ταῦτα πάντα τρίψας λεῖα, ἔν εἰρίῳ δοῦναι προστίθεσθαι. Ἕτερον· σηπίης ὅστρακον κόψας λεῖον, ἐς οἶνον δεύσας, ἐν λαγωοῦ θριξὶ καὶ εἰρίῳ προστίθεσθαι. 38. Ἢν δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἵγειον ἑψήσασα, ῥοφείτω τούτου ὡς ὄλίγιστον. 39. Προσθετόν· λίτρον, κύμινον, σύκου τὸ ἴσον. Καθαρτήριον προσθετὸν καὶ μαλθακτήριον· νέτωπον, ῥόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά. 40. Ἢν τὰ ἐπιμήνια πολλὰ γένηται, γλυκυσίδης κόκκους τοὺς μέλανας δὶς ἑπτὰ πίνειν ἐν οἴνῳ δυσὶ κυάθοις.