17. Ἤν τις ἐπίτοκος ἐοῦσα κοιλοιδιᾷ τοὺς ὀφθαλμοὺς, καὶ ὑποιδέῃ τὸ πρόσωπον καὶ ὅλη αὐτὴ, καὶ τοὺς πόδας οἰδέῃ, καὶ ὥσπερ ὑπὸ φλέγματος λευκοῦ ἐχομένη φαίνηται, καὶ τὰ ὦτα λευκὰ καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα. Ταύτῃσι τὸ αἷμα ἐξυδατώθη· δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν. Καὶ πρῶτον τοῦ προσώπου ἡ ρὶς ἔνσημος γίνεται ἄκρη, καὶ χρῶμα λαμβάνει.