16. Κυέουσαν γυναῖκα, ἢν μὴ ἄλλως γινώσκῃς, ἀλλ’ οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι γίνονται, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιδνότερα. 17. Ἤν τις ἐπίτοκος ἐοῦσα κοιλοιδιᾷ τοὺς ὀφθαλμοὺς, καὶ ὑποιδέῃ τὸ πρόσωπον καὶ ὅλη αὐτὴ, καὶ τοὺς πόδας οἰδέῃ, καὶ ὥσπερ ὑπὸ φλέγματος λευκοῦ ἐχομένη φαίνηται, καὶ τὰ ὦτα λευκὰ καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα. Ταύτῃσι τὸ αἷμα ἐξυδατώθη· δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν. Καὶ πρῶτον τοῦ προσώπου ἡ ρὶς ἔνσημος γίνεται ἄκρη, καὶ χρῶμα λαμβάνει. 18. Ἤν τις κυϊσκομένη γῆν ἐπιθυμέῃ ἐσθίειν ἢ ἄνθρακας καὶ ἐσθίῃ, ἐπὶ τῆς κεφαλῆς τοῦ παιδίου φαίνεται, ὁκόταν τεχθῇ, σημεῖον ἀπὸ τῶν τοιούτων. 19. Γυναικὶ χρὴ εἰδέναι τῶν μαζῶν ὁκότερός ἐστιν αὐτέῃ μέζων, κεῖθι γὰρ τὸ ἔμβρυον· ὁμοίως δὲ καὶ τὸν ὀφθαλμόν· ἔσται γὰρ μέζων καὶ λαμπρότερος τὸ πᾶν εἴσω τοῦ βλεφάρου, ὁκοτέρωθι καὶ μαζὸς μέζων. 20. ᾟ τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ ἥ τις ἂν τουτέων μηδὲν πάσχῃ.