11. ᾟ τινι ἂν ὠδινούσῃ πρὸ τοῦ παιδίου ῥοὸς πολλὸς αἱματώδης γένηται ἀνώδυνος, κίνδυνος τὸ παιδίον τεθνηκὸς ἀπολυθῆναι, ἢ οὐ βιώσιμον γενέσθαι. 12. Κυουσέων τῶν γυναικῶν ὁ στόμαχος τῶν πλείστων ἐγγὺς τυγχάνει ἐὼν πρὸ τοῦ τόκου. 13. Κυέουσα ἡ γυνὴ, ἢν μὴ λαγνεύηται, ῥηΐτερον ἀπολυθήσεται τοῦ τόκου. 14. Ἡ τὰ δίδυμα κυέουσα τίκτει τῇ αὐτῇ ὡς καὶ συνέλαβεν· ἔχει δὲ ἑνὶ χορίῳ τὰ παιδία ἀμφότερα. 15. Γυναικὶ δυστοκεούσῃ, ἢν τὸ παιδίον ἐν τῇσι γονῇσιν ἐνέχηται καὶ μὴ εὐπόρως ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα τὰ παιδία ἀρτίζωα. Τουτέων οὐ χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν ἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν, προσχωρῆσαι δὲ τὴν γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἢν διψῇ, πινέτω μελίκρητον. Καὶ ἢν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ στόμαχος, κινηθήσεται, ἢ πταρεῖ τε τὸ παιδίον καὶ φωνὴν ῥήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος τοῦ παιδίου. Ἢν δὲ μὴ φυσῆται ὁ ὀμφαλὸς μηδὲ κινῆται, χρόνου ἐγγενομένου, οὐ βιώσεται.