ΠΕΡΙ ΕΠΙΚΥΗΣΙΟΣ. 1. Ὁκόταν ἐπικυΐσκηται γυνὴ, ἢν μὲν ἐν τῷ μέσῳ τῆς μήτρης τὸ πρῶτον ἔχῃ παιδίον, τὸ ἐπικύημα προσπίπτει ὑπὸ τοῦ ἀρχαίου ἐξωθεύμενον· ἢν δὲ ἐν τῷ κέρατι τῷ ἑτέρῳ τὸ κύημα ἔχῃ, ἐπιτίκτει ὕστερον οὐ γόνιμον, ἐπὴν χαλάσῃ ἡ μήτρη καὶ ὑγρανθῇ, τοῦ γονίμου ἀπολυθεῖσα. Ἢν δὲ μὴ αὐτίκα ἀποχωρέῃ τὸ ἐπικύημα, ὀδύνας τε παρέχει καὶ ῥεῦμα δυσῶδες καὶ πυρετὸν, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ τὰς κνήμας καὶ τοὺς πόδας καὶ τὴν νηδὺν, καὶ ἀσιτέει ἕως ἂν ἐκπέσῃ. Ἐπικυΐσκονται δὲ τῶν γυναικῶν ὧν ἂν ὁ στόμαχος μετὰ τὸ πρῶτον κύημα ξυμμεμύκῃ οὐ κάρτα ἢ μὴ ἐπιφαινομένων τῶν σημηΐων ξυμμεμύκῃ. Τὰ δὲ ἐπικυήματα τὰ ἐπιτικτόμενα ὕστερον, ἢν μήπω διάκρισιν ἔχῃ, ἀλλὰ σὰρξ ᾖ, οἰδέει μὲν οὒ, ἀλλὰ κατασήπεται μέχρι ἂν ἐξέλθῃ τῆς μήτρης. 2. ᾟ τινι ἂν ἐκδύῃ τὸ παιδίον τοῦ χορίου ἐν τῇσι μήτρῃσι, πρὶν ἔξω ἄρχεσθαι χωρέειν τὸ παιδίον, δυστοκέει μᾶλλον καὶ ἐπικινδύνως, ἢν μὴ ἡ κεφαλὴ ἡγέηται. ᾟ τινι δὲ ἂν χωρέῃ ἔξω σὺν τῷ χορίῳ τὸ παιδίον καὶ προχωρῆσαν ἐς τὸν στόμαχον ἐκδύῃ τοῦ χορίου ῥαγέντος, εὐτοκέει μᾶλλον· καὶ τὸ μὲν παιδίον θύρῃφι χωρέει· τὸ δὲ χόριον ἴσχεται καὶ ἀνασπᾷ ἑωυτὸ καὶ μένει αὐτοῦ. 3. Ὁκόταν [οὐ] γόνιμον γένηται τὸ παιδίον, τουτέου ἡ σὰρξ ὑπερέχει τῶν ὀνύχων, οἱ δὲ ὄνυχες ἐλλείπουσι τῶν χειρῶν καὶ τῶν ποδῶν. 4. Ὁκόταν γονίμου γενομένου τοῦ παιδίου χεὶρ ὑπερέχῃ, πρῶτον ἀνωθέειν ὀπίσω μέχρις ἂν ἀπώσῃς· καὶ ἢν ἀμφότεραι, ἀμφοτέρας ἀνῶσαι· καὶ ἢν τὸ σκέλος ὑπερέχῃ, ἀνωθεῖν καὶ τοῦτο· ὁκόταν δὲ ἀμφότερα τὰ σκέλεα προφανέντα μείνῃ καὶ μηδετέρωσε προχωρέῃ, πυριήματι δέον χρῆσθαι, ἀπὸ τεῦ ὑγροτάτη ἔσται ἡ ὑστέρη· ὀδμὴν δὲ ἐχέτω τὸ πυρίημα. Καὶ ὁκόταν ἡ μὲν κεφαλὴ προφανῇ, τὸ δ’ ἄλλο σῶμα ἐνῇ, καὶ ὧδε πυριῇν· καὶ ὁκόταν τὸ μὲν ἐν τῇσι μήτρῃσι τοῦ σώματος ᾖ, τὸ δὲ ἐν τοῖσιν αἰδοίοισι, τὸ δὲ ἔξω τῶν αἰδοίων οἰδέῃ καὶ μείνῃ, καὶ οὕτως πυριῇν· καὶ ἢν μὲν ἀπὸ τῆς πυριήσιος ἀποχωρήσῃ· εἰ δὲ μὴ, περιαλείψας τὸ στόμα τῆς μήτρης ἐλατηρίῳ παχεῖ, διεὶς ὕδατι, ὅκως ὠδῖνα ἐμποιήσῃ· καὶ ἀπὸ τῶν ποτῶν καὶ ἐδεστῶν ὠδῖνα ἐμποιέειν· καὶ τὰ αἰδοῖα αὐτὰ ἀλείφειν κηρωτῇ, ἤν σοι δοκέῃ ξηροτέρη εἶναι τοῦ καιροῦ. 5. Ὁκόταν τοῦ παιδίου τῆς κεφαλῆς προφανείσης ἐκ τοῦ στομάχου μηκέτι ἐθέλῃ τὸ ἄλλο σῶμα προχωρεῖν, τὸ δὲ παιδίον τεθνήκῃ, τοὺς δακτύλους βρέξας ὕδατι, μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς παραβύσας τὸν δάκτυλον, ἐν κύκλῳ περιάγειν· εἶθ’ ὑποβάλλων τὸν δάκτυλον ὑπὸ τὸ γένειον, διαβύσας ἐς τὸ στόμα, ἔξω ἕλκειν.