4. Ἢν δὲ τὰ ἐπιμήνια γυναικὶ χωρέῃ μὲν, ἐλάσσονα δὲ τοῦ δέοντος χωρέῃ, ἅτε τοῦ στόματος τῶν μητρέων παρακεκλιμένου ὀλίγον τοῦ αἰδοίου ἢ ἁρμοῖ μεμυκότος ἐς τοῦτο, ὥστε χωρέειν μὲν, ἀποφράσσεσθαι δὲ ἀπ’ αὐτέων καὶ αἱ δίοδοι αἱ περαιοῦσαι, ἐπὴν κατέλθῃ ἐς τὰς μήτρας, ἅτε τοῦ αἵματος ἐπικειμένου τῷ στόματι αἰεὶ, προέρχεται δὴ κατ’ ὀλίγον· ἔπειτα δὲ ἐπὴν αἱ ἡμέραι παρέλθωσιν ᾗσι καθαίρεσθαι μεμαθήκει, καὶ ἑρχθῇ τὸ αἷμα ἐν τῇσι μήτρῃσι τὸ ὑπολειφθὲν, καὶ ἕτερα ἐπικατιόντα ἐπιμήνια μὴ ἐξωθῇ τὸ ἑρχθὲν αἷμα, ἀλλ’ αἰεὶ βαρύνῃ κατιὸν, ἔσται τῇ γυναικὶ ὥστε τοὺς πρώτους μῆνας ἢ ἐπὶ δύο ἢ ἐπὶ τρεῖς μὴ ἐσαΐειν κάρτα. Ἐπὴν δὲ οἱ μῆνες πλέονες γένωνται, ἔτι μᾶλλον πονήσεται, καὶ οὐχ ἕξει ἐν γαστρὶ μέχρις ἂν οὕτως ἔχῃ, καὶ πῦρ λήψεταί μιν μάλιστα τὰς ἡμέρας ἐν ᾗσι καθαίρεσθαι μεμαθήκει, ἠπεδανόν· εἰκὸς δέ ἐστι καὶ ἐν τῷ μεσηγὺ χρόνῳ πυρεταίνειν καὶ φρίσσειν καὶ καρδιώσσειν καὶ ἀνάγειν ἐπὶ τὸ πλῆθος ἀνὰ πᾶσαν ἡμέρην· καὶ ἀλγέει ἄλλοτε καὶ ἄλλοτε τὸ σῶμα, καὶ μάλιστα τὴν ὀσφὺν καὶ τὴν ῥάχιν καὶ τοὺς βουβῶνας, τά τε ἄρθρα τῶν χειρῶν καὶ τῶν σκελέων. Ταῦτα δὲ οὐχ ὁμοῦ ἀλγέει, ἀλλ’ ἄλλοτε ἄλλο, ὅπη ἂν βρίσῃ τὸ αἷμα ἀποκεκριμένον καὶ μὴ δυνάμενον εἶναι ἐν τῇσι μήτρῃσι· καὶ ὅπη ἂν στηρίξῃ τοῦ σώματος, οἴδημα ἔστιν ὅτε γίνεται καὶ σπασμὸς ἰσχυρὸς τῶν ἄρθρων τοῦ σώματος, καὶ τῶν ἄλλων σημείων τῶν προειρημένων φαίνεταί οἱ ἄλλοτε ἄλλο. Αὕτη ἢν μὲν θεραπευθῇ κατὰ τρόπον, ὑγιὴς ἔσται· εἰ δὲ μὴ, ἡ νοῦσος ἑπτάμηνος ἢ καὶ χρονιωτέρη γενομένη θανατώσειεν ἂν, ἢ χωλεύσειεν, ἢ ἀκρατέα τινὰ τῶν μερέων ποιήσειεν, ἢν ὑπὸ ῥίγεος καὶ ἀσιτίης τὸ αἷμα, ἔνθα ἂν ἐπέλθῃ, πῆξιν ἴσχῃ περὶ τὰ νεῦρα. Τοῦτο δὲ τὸ νούσημα γίνεται μᾶλλον τῇσιν ἀνάνδροισιν· ἢν δὲ ἐμπειροτόκῳ ταῦτα τὰ νοσήματα ἐμπέσῃ τὰ εἰρημένα ἢ ἅσσα μέλλει εἰρήσεσθαι, πουλυχρονιώτερα ἔσται καὶ ἧσσον ἐπίπονα· τὰ δὲ σημεῖα ταὐτὰ καὶ τελευταὶ αἱ αὐταὶ γίνονται τῇ τε ἀτόκῳ καὶ τῇ λοχίων ἐμπείρῳ, ἢν μὴ θεραπεύωνται· χρὴ δὲ αὐτίκα τὴν θεραπηΐην ποιέεσθαι· εἰ δὲ μὴ, ἐπιφαίνεται τὰ νουσήματα.