3. Ὁκόταν δὲ τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει τι ἐγκεῖσθαι βάρος, καὶ τὰς ἰξύας ἐκπάγλοις πονέει καὶ τοὺς κενεῶνας. Ἢν δὲ τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται ὑπὸ νούσου ἢ παχέα καὶ γλίσχρα καὶ κολλώδεα ἔῃ, πρῶτον χρὴ τὴν κοιλίην καθῆραι ἄνω τε καὶ κάτω· ἔπειτα τὰς ὑστέρας προσθέτῳ, ὑφ’ οὗ αἷμα καθαίρεται, καὶ διαλιπεῖν, καὶ πῖσαι ὑφ’ οὗ τὸ αἷμα καθαίρεται· πινέτω δὲ καὶ κρῆθμον ἐν οἴνῳ τῷ ἀπὸ δαιδός. Ἢν δέ οἱ ῥόος μὴ γίνηται, ἔσται ὥστε δοκέειν ἐγκύμονα εἶναι, καὶ μισγομένη ἀνδρὶ ἀλγέει, ὥστε δοκέειν ἐγκεῖσθαί τε, καὶ βρῖθος ἐν τῇ γαστρὶ ἐγγίνεται, καὶ ἡ γαστὴρ πρόκειται, καὶ ἱμείρεται ἠδελφισμένως ἐν γαστρὶ ἐχούσῃ, καὶ καρδιώσσει, ἐπὴν ἡμέραι πεντήκοντα μάλιστα ἔωσι, καὶ πόνος ἔχει ἄλλοτε καὶ ἄλλοτε τῆς γαστρὸς τὸ κατὰ τοῦ ὀμφαλοῦ, τόν τε τράχηλον καὶ τοὺς βουβῶνας καὶ τὴν ὀσφύν. Καὶ ἐπὴν μῆνες δύο ἢ τρεῖς γένωνται, ἔστιν ὅτε ἐῤῥάγη οἱ κατὰ τὸ αἰδοῖον τὰ καταμήνια ἀθρόα, καὶ δοκέει ὥσπερ σαρκία εἶναι τὰ ἀπιόντα ὡς ἐκ διαφθορῆς καὶ μέλανα. Ἔστι δ’ ᾗσι καὶ ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι, καὶ δεήσεται προσέχειν τῇ μελέτῃ. Πολλῇσι δὲ ξυμβαίνει ὥστε δοκέειν ἓξ μῆνας ἔχειν ἐν γαστρὶ ἢ ὀλίγῳ ἐλάσσονα χρόνον, καὶ ἡ γαστὴρ πρόκειται, καὶ τἄλλα οἱ δοκέει γίνεσθαι ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ· ἔπειτα ἔστι μὲν ᾗσι διαπύοντα ἐῤῥάγη ὑπὲρ τοῦ βουβῶνος ἅμα τῷ πέμπτῳ ἢ ἕκτῳ μηνὶ καὶ ὁδὸν ταύτῃ ἐποιήσατο· ἔστι δὲ καὶ ᾗσιν ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι κατὰ τὸ ὑπὲρ τοῦ βουβῶνος, καὶ κινδυνεύσει ἀποθανεῖν, ἢν δὲ καὶ περιγένηται, ἄφορος ἔσται. Ἔστι δὲ ᾗσι κατὰ τὸ αἰδοῖον ῥήγνυται, καὶ χωρέει αὐτέῃσι σεσηπότα καὶ πυώδεα, καὶ ἀπὸ τουτέων ἕλκεα ἐγγίνεται ἐν τῇσι μήτρῃσι, καὶ κινδυνεύσει, καὶ χρὴ, ὅκως μὴ τὰ ἕλκεα παλαιὰ γένηται, ἰητρεύειν προσέχοντα· ἄφορος δὲ καὶ αὐτὴ γίνεται, ἤν γε καὶ ἰηθῇ. Ἢν δὲ μή οἱ καταῤῥαγῇ τὰ καταμήνια διενεχθέντα ἐς ἓξ μῆνας, πείσεται πάντα ἅπερ τῇ ἀτόκῳ τὰ καταμήνια ὁδὸν οὐ δυνάμενα ἐφευρεῖν· καὶ ἢν μὲν θεραπευθῇ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, διαρκέσασα καὶ ἐς ὀκτὼ μῆνας ἀποθνήσκει. Πολλῇσι δὲ γίνεται, ἢν τὰ καταμήνια φλεγματώδεα χωρέῃ, ἐπὶ πολλὸν χρόνον χωρέειν καὶ ἐλάσσονα εἶναι τῶν ὑγιηρῶν· ὑγιὴς δὲ γίνεται ἐν κόσμῳ ἰηθεῖσα.