2. Ἐπὴν οὖν γυναικὶ ἀτόκῳ ἐούσῃ κρυφθῇ τὰ ἐπιμήνια καὶ μὴ δύνηται ὁδὸν ἔξω εὑρεῖν, νοῦσος γίνεται, τοῦτο δὲ ξυμβαίνει, ἢν τῶν μητρέων τὸ στόμα μεμύκῃ ἢ ἰδνωθῇ, ἢ ξυστραφῇ τι τοῦ αἰδοίου· ἢν γὰρ τουτέων τι ᾖ, οὐ δυνήσεται ἔξοδον εὑρεῖν τὰ ἐπιμήνια, πρὶν ἂν αἱ μῆτραι ἐς τὴν φύσιν τὴν ὑγιεινὴν μεταστέωσι. Γίνεται δὲ τὸ νούσημα τοῦτο μάλιστα, αἵτινες στενοστόμους τὰς μήτρας ἔχουσιν, ἢ τὸν αὐχένα πρόσω τοῦ αἰδοίου κείμενον· ἢν γὰρ τουτέων θάτερον ᾖ, καὶ μὴ μίσγηται ἡ γυνὴ τῷ ἀνδρὶ, καὶ κενωθῇ ἡ κοίλίη μᾶλλον τοῦ καιροῦ ὑπό τευ παθήματος, στρέφονται αἱ μῆτραι· οὔτε γὰρ ἰκμαλέαι εἰσὶ κατὰ σφέας, οἷα μὴ λαγνευομένης, εὐρυχωρίη τε σφίσιν ἐστὶν, ἅτε τῆς κοιλίης κενοτέρης ἐούσης, ὥστε στρέφεσθαι ἅτε ξηροτέρης καὶ κουφοτέρης ἐούσης τοῦ καιροῦ. Καὶ ἔστιν ὅτε στρεφομένων σφέων τυγχάνει τὸ στόμα πρόσω παραστραφὲν, ἅτε τοῦ αὐχένος πρόσω τοῦ αἰδοίου κειμένου· ἢν γὰρ ἰκμαλέαι ἔωσιν αἱ μῆτραι ἀπὸ λαγνείης καὶ ἡ κοιλίη μὴ κενῶται, οὐ ῥηϊδίως στρέφονται. Τοῦτ’ οὖν αἴτιον γίνεται ὥστε αὐτὰς ξυμμύειν, οἷα μὴ λαγνευομένης τῆς γυναικός. Ἐν δὲ τοῖσι τρίτοισιν ἄριστα μὲν πείσεται, ἤν οἱ κατελθόντα ἐξαγάγῃ τὰ προϋπάρχοντα· εἰ δὲ μὴ, πείσεται τάδε ἡ γυνή· πνίξ τέ οἱ ἄλλοτε καὶ ἄλλοτε ξυμπεσεῖται, καὶ πῦρ λήψεται ἄλλοτε καὶ ἄλλοτε καὶ φρίκη καὶ ὀσφύος ἄλγημα. Ταῦτα πείσεται ἐν τοῖσι τρίτοισιν ἐπιμηνίοισιν, ἢν μή οἱ ἐξίῃ· ἐν δὲ τοῖσι τετάρτοισιν, ἢν μή οἱ ἐξίῃ τοῖσί τε προτέροισιν ἔξοδον ποιήσῃ, τά τε μὴν τρίτα πονήματα πάντα μᾶλλον πονήσει, καὶ μάλιστα ἐν τῷ χρόνῳ τῶν καταμηνίων, ἔπειτα ἧσσον, πολλάκις δὲ καὶ δόξει ἄπονος εἶναι· ἔσται δὲ ἐπὶ τοῖσι καὶ τάδε ἕτερα σημήϊα· οὐρήσει τε πουλὺ παχὺ ἄλλοτε καὶ ἄλλοτε, καὶ ἡ γαστὴρ αὐτῆς σκληρὴ ἔσται καὶ μέζων ἢ τοπρόσθεν, καὶ βρύξει τοὺς ὀδόντας, καὶ ἀσιτήσει, καὶ ἀγρυπνήσει. Τοιαῦτα δὲ πείσεται ἐπὶ τοῖσι τετάρτοισι καταμηνίοισι· μελεδαινομένη δὲ καὶ ἐν τουτέοισιν ὑγιαίνει. Καὶ ἐν τοῖσι πέμπτοισιν, ἢν μή οἱ πολλὰ τὰ ἐπιμήνια κατίῃ, καὶ ὁ πόνος ἰσχυρότερος προσπίπτει. Ἐν δὲ τοῖσιν ἕκτοισιν ἤδη ἀνίητος ἔσται. Καὶ τὰ μὲν πρότερα σημήϊα μᾶλλον πονήσει, ἐπέσται δὲ ἐπ’ αὐτοῖσι καὶ τάδε· ἀλύξει τε καὶ ῥίψει ἑωυτὴν ἄλλοτε καὶ ἄλλοτε, καὶ λειποθυμήσει, καὶ ἐμέσει φλέγμα, καὶ δίψα ἰσχυρή μιν λήψεται, ἅτε καιομένης τῆς κοιλίης ὑπὸ τῶν μητρέων ἐουσέων πληρέων αἵματος, καὶ ψαυομένη ἀλγήσει, καὶ μάλιστα τὸ ἦτρον, καὶ πυρέξει ἄλλοτε καὶ ἄλλοτε ὀξέως, καὶ βορβορύξουσιν αἱ μῆτραι ἄλλοτε καὶ ἄλλοτε, ἅτε τοῦ αἵματος ἐγκλονευμένου καὶ οὐ διαχωρέοντος ἐν αὐτῇσι, καὶ ἡ κοιλίη οὐ διαχωρήσει κατὰ τρόπον, οὕτε ἡ κύστις διηθήσει τὸ οὖρον, ἐπήν οἱ αἱ μῆτραι προσπέσωσι πρὸς τὸν στόμαχον νευρώδεα ἐόντα, καὶ ἐς τὴν κοιλίην ἐμβάλωσιν· ἀλγέει τὴν ῥάχιν καὶ τὸ νῶτον πᾶν, καὶ τὴν γλῶσσαν αὐτῆς χαλινοῦται, καὶ ἀσαφῆ ταύτην ἔχει, καὶ λειποθυμίη, ἔστι δ’ ᾗσι καὶ ἀφωνίη, καὶ δάκνεται τὸν στόμαχον, καὶ ξανθὴ χολὴ ἔξεισι, καὶ πνεῦμα προσπταῖον, καὶ ἀλύει, καὶ ῥίπτει ἑωυτὴν, καὶ ἐμπίπραται. Ἐπὴν δὲ μεταστέωσι καὶ εἰρύσῃ ἡ κύστις τὸ λεπτὸν τοῦ αἵματος τοῦ ἀπὸ τῶν μητρέων, τότε τὸ οὖρον διουρέεται ἐρυθρὸν, καὶ πονέει μὲν τὸ ἄλλο σῶμα, μάλιστα δὲ τὸν τράχηλον καὶ τὴν ῥάχιν καὶ τὴν ὀσφὺν, τούς τε βουβῶνας, καὶ ἐς τοῦτο ἐλθούσῃ αὐτῇ ἥ τε γαστὴρ ἀείρεται, καὶ τὰ σκέλεα ὑπὲρ τὸ χρεὼν διοιδίσκεται καὶ αἱ κνῆμαι καὶ οἱ πόδες, καὶ ὁ θάνατος ἔπεισι. Καὶ περὶ μὲν ταύτης οὕτω τελευτᾷ ἐς ἓξ μῆνας τὰ ἐπιμήνια ἀδηλεύμενα. Γίνεται δὲ καὶ ταῦτα· ἔστιν ᾗσι τῶν γυναικῶν, ἐπὴν δίμηνα ᾖ τὰ καταμήνια ἐν τῇσι μήτρῃσι πολλὰ ἐόντα, ἔρχεται ἐς πλεύμονα, ἐπὴν ἀποληφθῇ, καὶ πάσχει πάντα ἅπερ ἐν φθινάδι εἴρηται, καὶ οὐχ οἵη τέ ἐστι περιεῖναι. Γίνεται δὲ καὶ τάδε· ἔστιν ᾗσι διάπυα γίνεται τὰ ἐπιμήνια χρονίσαντα, ἐπὴν γένηται δίμηνα ἢ τρίμηνα· τοῦτο δὲ μάλιστα γίνεται, ἢν ξυγκαῇ ὑπὸ τοῦ πυρός. Σημεῖά δέ ἐστιν, ἢν διάπυα ᾖ· ὀδύναι τε γὰρ ἐμπίπτουσιν ἐς τὸ ἦτρον ἰσχυραὶ καὶ σφύξιες, καὶ ψαυομένη οὐκ ἀνέχεται, καὶ ἢν μέλλῃ βελτιόνως ἔχειν, ῥήγνυται αὐτῇ τὰ ἐπιμήνια κατὰ τὸ αἰδοῖον, καὶ χωρέει πῦον καὶ αἷμα· ὀζόμενον δὲ χωρέει ἐπὶ ἡμέρας ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα· ἐν δὲ τῷ πρὶν χρόνῳ πονέεται, ὡς εἴρηται ἔμπροσθεν· ἐπὴν δὲ ἀποκαθαρθῇ, ἄριστον μὲν εἰ μὴ γένοιτο ἕλκεα· ἢν δὲ ὑπολίπηται ἕλκεα, πλέονος, δεήσει θεραπηΐης ὅκως τὰ ἕλκεα μὴ μυδήσει καὶ κάκοδμα ἔσται· ἄφορος δὲ ἔσται καὶ ἢν ῥαΐση, ἢν μεγάλα ᾖ τὰ ἕλκεα γενόμενα ἐν τῇσι μήτρῃσιν. Ἢν δὲ μή οἱ κατὰ τὸ αἰδοῖον χωρήσῃ τὰ ἐπιμήνια διάπυα γενόμενα, ξυμβήσεται ὑπὲρ τοῦ βουβῶνος κατὰ τὴν λαπάρην ῥαγῆναι, ἄτερ φύματος, ἅτε τοῦ πύου διαφαγόντος, καὶ κείνῃ χωρήσει πυώδεα ὀδμαλέα· καὶ ἢν τοῦτο γένηται, οὐ περιγίνεται ἡ γυνή· ἢν δὲ καὶ περιγένηται, αἰεὶ ἄφορος ἔσται· ταύτῃ γάρ οἱ τὸ λοιπὸν ἡ ὁδὸς γίνεται τοῖσιν ἐπιμηνίοισιν ἔξω· τὸ γὰρ στόμα τῶν μητρέων πρὸς τοῦτο τὸ χωρίον προσπέπτωκε. Γίνεται δὲ καὶ τόδε· ἔστιν ᾗσιν, ἐπὴν δίμηνα ἢ τρίμηνα ἢ χρονιώτερα ᾖ τὰ ἐπιμήνια καὶ προσπέσῃ πρὸς τὴν λαπάρην, μὴ διαπύων τῶν καταμηνίων ἐόντων, ὡς φῦμα γίνεται ὑπὲρ τοῦ βουβῶνος ἀκέφαλον, μέγα, ἐρυθρόν. Καὶ τῶν ἰητρῶν πολλοὶ ἤδη οὐκ εἰδότες τοῦτο ὁκοῖόν τί ἐστιν ἔταμον καὶ ἐς κίνδυνον ἤγαγον οὕτως. Τὸ δὲ ὡς φῦμα γενόμενον γίνεται τρόπῳ τοιῷδε· ἐπαυρίσκεται τοῦ αἵματος ἡ σάρξ, ἅτε προσκειμένου τοῦ στόματος τῶν μητρέων τῇ λαπάρῃ, καὶ ἐμπίπλαται ἀπ’ αὐτέου, καὶ ἐξίσταται ἅτε πληρευμένη τοῦ αἵματος ἡ σάρξ· καὶ ἔστιν ὅτε, ἢν μεταστῇ τὸ στόμα τῶν μητρέων καὶ γένηται κατὰ τὸ αἰδοῖον, καὶ χωρήσῃ διὰ τοῦ αἰδοίου τὰ καταμήνια, καθίσταται τὸ ἐξεστηκὸς κατὰ τὴν λαπάρην, διαδιδοῖ γὰρ ἐς τὰς μήτρας, αἳ δὲ ἔξω ἐχάλασαν· ἢν δὲ μὴ στραφῇ κατὰ τὸ αἰδοῖον τὸ στόμα τῶν μητρέων, διαπυέει κατὰ τὴν λαπάρην, καὶ ταύτῃ ὁδὸς γίνεται τοῖσι καταμηνίοισι, καὶ οἱ κίνδυνοι οἱ αὐτοί εἰσιν οἱ καὶ πρόσθεν εἰρημένοι. Τρέπεται δὲ καὶ ἐς ἔμετον· ἔστιν ᾗσι καὶ κατὰ τὴν ἕδρην, ὥσπερ μοι εἴρηται ἐν τῇσι παρθενίῃσι νούσοισι, καὶ σημήϊα καὶ πόνους τοὺς αὐτοὺς δείκνυσι τοῖσι κεῖθι εἰρημένοισιν· ἧσσον δὲ ταύτην τὴν ὁδὸν ποιέεται τὰ ἐπιμήνια τῇσι γυναιξὶν ἢ τῇσι παρθένοισιν.