41. Ἢν ἀναπρησθῶσιν αἱ μῆτραι, ἥ τε γαστὴρ αἴρεται καὶ φυσᾶται, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τοῦ προσώπου, ἡ χροιὴ δὲ ἀειδὴς γίνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ἀσθενέει, καὶ ἀλύει, καὶ ὁκόταν ἀναστῇ ἢ προέλθῃ, ὀρθόπνοια αὐτὴν ἴσχει, καὶ ὅ τι ἂν φάγῃ ἢ πίῃ, λυπέει αὐτὴν, καὶ στένει τε, καὶ δύσελπις μᾶλλον ἢ πρὶν φαγεῖν· πολλάκις δὲ καὶ πνίγεται. Ὁκόταν ὧδε ἔχῃ, φάρφμακον πῖσαι κάτω, καὶ τῷ θερμῷ λούειν καὶ πυριῇν· διαλιπὼν δὲ χρόνον τινὰ, προστιθέναι ὑφ’ ὧν καθαρθείη καὶ δηχθήσεται· πυριῇν δὲ ὡς πυκνέτωτα τὸ ὅλον σῶμα· τότε δὲ ὑπὸ τὰ αἰδοῖα ὑποθυμιήσθω τὰ εὐώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ κακώδεα· καὶ ποτήματα δίδου, ὅσα καθαίρει ὑστέρας· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸ γάλα πινέτω, ὥσπερ ἐπὶ τοῦ πλευροῦ εἴρηται. Ἡ δὲ νοῦσος χρονίη. 42. Ἢν θρομβωθέωσιν αἱ μῆτραι, τὸ στόμα αὐτέων γίνεται οἷον ὀρόβων μεστὸν, καὶ ἢν ἐσαφάσσῃς, ὄψει ὧδε ἔχον, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, οὐδ’ ἡ γονὴ κατέχεται. Ὁκόταν οὖν ὧδε ἔχῃ, τῆς κυκλαμίνου τὸν φλοιὸν περιλεπίσαντα, καὶ σκόροδον καὶ ἅλας καὶ σῦκον καὶ μέλι ὀλίγον, ταῦτα τρίψας καὶ ξυμμίξας, ποιήσας βάλανον, προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων, καὶ τῶν ἄλλων προσθετῶν τῶν μητρέων τὰ προσήκοντα, ὁκόσα δηλαδὴ δριμέα ἐστὶ καὶ ἀπεσθίει, καὶ ὑφ’ ὧν καθαίρεται αἷμα, καὶ τῶν ποτημάτων διδόναι ὅσα ὑστέρας καθαίρει, καὶ περὶ ξύστραν περιειλίξας γυπὸς δέρμα ἢ ὑμένα, διαξύειν τὸ στόμα τῶν μητρέων. 43. Ἢν περιστραφέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια οὐ γίνεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας· καὶ ἢν ἐσαφάσσῃ τῷ δακτύλῳ, οὐκ ἂν δύναιτο τοῦ στόματος θιγεῖν τῶν μητρέων, ἀλλ’ ἀνακεχώρηκεν ἰσχυρῶς. Ὁκόταν οὕτως ἔχῃ, φάφμακον χρὴ πῖσαι ὑφ’ οὗ καθαίρεται ἄνω καὶ κάτω, κάτω δὲ μᾶλλον· καὶ πυριῇν τό τε σῶμα καὶ τὰς μήτρας ὡς μάλιστα· καὶ λούειν τῷ θερμῷ δὶς τῆς ἡμέρης· καὶ τῶν ποτημάτων ὅ τι ἂν μάλιστα προσδέχηται πειρώμενος δίδου· καὶ ξυνευδέτω τῷ ἀνδρὶ ὡς πυκνότατα, καὶ τὴν κράμβην ἐσθιέτω. 44. Ἢν μὴ κατὰ χώρην μένωσι κινηθεῖσαι αἱ μῆτραι, ἀλλ’ ἔνθα καὶ ἔνθα προσπίπτωσιν, ὀδύνας παρέχουσι καὶ ἀφανέες γίνονται, ὁτὲ δὲ ἐξίσχουσιν ὥσπερ ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη κατακειμένη τύχῃ, κατὰ χώρην μένουσιν· ὅταν δὲ ἀναστῇ ἢ ἐπικύψῃ ἢ ἄλλο τι κινηθῇ, ἐξέρχονται· πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἡσυχάζειν καὶ μὴ κινεῖσθαι, καὶ τὴν κλίνην κεῖσθαι πρὸς ποδῶν ὑψηλοτέρην, καὶ τοῖσιν αὐτέοισι χρῆσθαι, ὥσπερ ἐν τοῖσιν ἐπάνω, καὶ τοῖσι στρυφνοῖσιν αἰονῇν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφαλοῦ τρήσαντα μέσην, χλιήναντα ἐν οἴνῳ, ἥτις ἂν μάλιστα ἁρμόζῃ καὶ μὴ πιέζῃ λίαν, προστιθέναι ὡς προσωτάτω· ὁκόταν δὲ προσθῇς, ἐκ τῆς ὀσφύος ἐπαναδῆσαι ταινίῃ πλατείῃ ἀναλαβὼν, ὡς ἂν μὴ ἐξολισθάνῃ, ἀλλὰ μένῃ καὶ ποιέῃ τὸ δοκέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, ὥσπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσπτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα προσδέχηται, πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω. 45. Ἢν ἀναχάνῃ τὸ στόμα τῶν μητρέων μᾶλλον ἢ ᾡς πέφυκε, τὰ ἐπιμήνια γίνεται πλείω καὶ κακίω καὶ ὑγρότερα καὶ διὰ πλέονος χρόνου, καὶ ἡ γονὴ αὐτῆς οὐχ ἅπτεται οὐδὲ ἐμμένει, ἀλλὰ πάλιν ἐκχεῖται ἔξω· καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ τὸ στόμα τῶν μητρέων, εὑρήσεις ἀνακεχηνὸς, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐπιμηνίων, καὶ πυρετὸς, καὶ ῥῖγος, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα μάλιστα μὲν, ἤν τι ἐν αὐτῇ χυθῇ καὶ διαφθαρὲν σαπῇ· πάσχουσι δὲ καὶ ἐκ τόκων, αἱ δὲ καὶ ἄλλως. Ὁκόταν γοῦν ὧδε ἔχῃ, φάρμακον χρὴ πιπίσκειν ὑφ’ οὗ ἄνω καθαιρεῖται· καὶ ὁκόταν ἡ ὀδύνη. ἔχῃ, τῶν χλιασμάτων προστιθέναι, καὶ τῷ θερμῷ λούειν, καὶ διαλιπὼν κλύζειν, ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτημάτων διδόναι ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν ὀκόσα ξηραίνει, καὶ τῶν πουλυπόδων ἐσθιέτω, καὶ τὴν λινόζωστιν.