11. Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐμμήνια οὐ γίνεται παντάπασιν, ἢ πονηρὰ καὶ ὀλίγα· καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτὴν λαμβάνει· ὁκόταν δέ τι φάγῃ, ἐμέει τὰ σιτία, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ λειποψυχίη ἴσχει· ἡ δὲ γαστὴρ ὁτὲ μὲν σκληρὴ, ὁτὲ δὲ μαλθακή ἐστι, καὶ φυσᾶται, καὶ μεγάλη γίνεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἢν δὲ ἀφασσήσῃ, κενεὸν γίνεται τὸ πλήρωμα· ταύτῃ μέχρι μὲν δέκα μηνῶν τὸ οἴδημα κατ’ ὀλίγον αὔξεται, οἷόν περ τῇ ἐν γαστρὶ ἐχούσῃ· ἐπὴν δὲ οἱ δέκα μῆνες παρέλθωσιν, ἐμπίπλαται ἡ γαστὴρ καὶ ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξίσχει, καὶ ἢν ἐσαφάσσῃς τὸν δάκτυλον, εὑρήσεις τὰ στόμα ἰσχνὸν καὶ ξυμπεπτωκὸς τῆς μήτρης· καὶ ἐπ’ οὖν ἐφάνη τὰ ἐπιμήνια ὀλίγα καὶ πονηρὰ, καὶ τὰς κληἴδας καὶ τὸν τράχηλον λεπτύνεται, καὶ οἱ πόδες οἰδέουσιν. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ προστιθέναι πρὸς τὰς ὑστέρας ὁκόσα καθαίρει μὴ δάκνοντα, καὶ μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας, ἴσον τὸ ὄξος μίσγων ὀξύτατον· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸν χυλὸν, ἐπιβάλλουσα ἄλητον, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω. Ἡ δὲ νοῦσος ἐπικίνδυνός ἐστιν. 12. Ἐρυσίπελας ἢν ἐν τῇσι μήτρῃσιν ἐγγένηται, οἴδημα γίνεται ἀπὸ τῶν ποδῶν ἀρξάμενον ἐς τὰ σκέλεα καὶ τὴν ὀσφύν· ὅσῳ δ’ ἂν πλείων χρόνος γένηται, οἰδέει καὶ ἡ γαστὴρ, καὶ ῥῖγος καὶ πυρετὸς λαμβάνει καὶ ἀσθένεια· ὑπὸ δὲ τῆς ὀδύνης οὐ δύναται ἡσυχάζειν, ἀλλὰ ῥίπτει ἑωυτήν. Ἡ δὲ ὀδύνη ἀνέρχεται ἐκ τῆς νειαίρης γαστρὸς ἐς τὰς ἰξύας· ἔπειτα ἄνω ἔρχεται ἐπὶ τὰ ὑποχόνδρια καὶ τὰ στήθεα καὶ τὴν κεφαλὴν, καὶ δοκέει ἀποθανεῖσθαι· ὁκόταν δὲ ἀνῇ, νάρκη λαμβάνει τὰς χεῖρας· ἔστι δ’ ὅτε καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα καὶ τὰς ἰγνύας· καὶ πελία γίνεται, καὶ ὀλίγον ποτὲ χρόνον ῥᾴων δοκέει εἶναι, ἔπειτα αὖθις τὰ αὐτὰ πάσχει, καὶ ὁ χρὼς φλυκταινῶν καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα φύει, καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ὁ φάρυγξ ξηρός. Αὕτη ἡ νοῦσος ἢν μὲν κυούσῃ ἐπιγένηται, ἀποθνήσκει· ἢν δὲ μὴ, μελεδώνῃ ἐκφυγγάνει. Ὁκόταν ὧδε ἔχῃ, προσφέρειν δεῖ, ἢν ὁ πόνος ἔχῃ, ψύγματα, καὶ τὴν γαστέρα ταράσσειν. Καὶ ἢν μὲν ἐν γαστρὶ ἔχῃ, σιτίοισι καὶ ποτοῖσι χρῆσθαι, ὅκως τὸ ἔμβρυον μὴ διαφθείρηται, ἢν δὲ μὴ ὑποχωρέῃ, κλύζειν· ἢν δὲ μὴ ἔχῃ ἐν γαστρὶ, φάρμακον δοῦναι πιεῖν, καὶ ὡς ἐλαχίστοισι σιτίοισι χρῆσθαι καὶ ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὴν λινόζωστιν ἐσθιέτω καὶ τὴν ἀκτὴν, καὶ μήτε ἁλυκὰ μήτε λιπαρὰ μήτε δριμέα, οἷον ὀρίγανσν ἢ θύμον ἢ πήγανον. Ἐπὴν δὲ τὸ πῦρ ἀφῇ καὶ τὸ πνίγμα, καὶ μὴ καταστῇ τὸ οἰδημα, φάρμακον ἰσχυρότερον μεταπῖσαι κάτω. Τὴν δὲ νοῦσον ὀλίγαι διαφεύγουσιν. 13. Ἢν αἱ μῆτραι παρὰ φύσιν χάνωσι, τὰ ἐπιμήνια πλέω τοῦ δέοντος ἔρχεται καὶ γλισχρότερα καὶ πυκνὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, καὶ ἢν ἅψῃ τῷ δακτύλῳ, εὑρήσεις κεχηνὸς τὸ στόμα, καὶ πῦρ, καὶ ῥῖγος, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας. Αὕτη ἡ νοῦσος λαμβάνει ἐκ ῥόου αἱματώδεος· γίνεται δὲ ὁκόταν τὰ καταμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Κἂν ἡ ὀδύνη μάλιστα ἔχῃ, χλιάσματα προστιθέναι, καὶ πυριῇν τὰς ὑστέρας, καὶ πῖσαι φάρμακον κάτω, καὶ προστιθέναι ὁκόσα μὴ δήξεται, καὶ κλύζειν μετὰ τὰ προσθετὰ στρυφνοῖσι, καὶ λούεσθαι ὡς ἥκιστα· σιτίοισι δὲ ὡς ξηροτάτοισι χρέεσθαι· ἢν δὲ ταῦτα ποιέουσα ὑγιὴς μὴ γένηται, φάρμακον πῖσαι, ὑφ’ οὗ ἄνω καὶ κάτω καθαρεῖται· ὁκόταν τὰ ἐπιμήνια κινέηται, καὶ ὁκόταν παύηται, διαιτᾷν τὸν αὐτὸν τρόπον. Ἡ δὲ νοῦσος θανατώδης. 14. Ἢν αἱ μῆτραι ἐς τὸ μέσον τῶν ἰξύων ὦσιν, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰ σκέλεα ὕστερον, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἐγγίνονται ὀξύτεραι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης, καὶ τὸ οὖρον στάζει, καὶ λειποψυχέει. Ὁκόταν ὧδε ἔχῃ, αὐλίσκον προσδήσας πρὸς κύστιν, φυσῆσαι τὰς ὑστέρας, καὶ πυριῆσαι ἢ λοῦσαι πολλῷ θερμῷ, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, φάκιον προπίσας, φάρμακον πῖσαι ἄνω, ὑφ’ οὗ ἡ κοιλίη οὐ κινηθήσεται. Ἐπὴν δὲ αἱ ὑστέραι καταστῶσιν ἐς χώρην, φάρμακον πῖσαι κάτω καὶ γάλα μεταπῖσαι· ἔπειτα πυριήσας τὰς ὑστέρας οἴνῳ, τὰ σὺν τῇ δάφνῃ ἐμβάλλειν, καὶ προστιθέναι ἃ μὴ δήξεται, ξυμμίσγων τὸ ὄξος· ἔπειτα ὑποθυμιῇν τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ καὶ χωλαὶ ἐκ ταύτης τῆς νούσου γίνονται. 15. Ὁκόταν δὲ ῥόος λευκὸς ἐγγένηται, οἷον ὄνου οὖρον φαίνεται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τἆς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ οἰκδήματα τῶν τε σκελέων καὶ τῶν χειρῶν, καὶ τὰ κύλα αἴρεται, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ, καὶ ἡ χροιὴ ἰκτερώδης καὶ λευκὴ γίνεται, καὶ ὁκόταν πορεύηται, ἀσθμαίνει. Ἡ δὲ νοῦσος γίνεται, ἢν φύσει ἐοῦσα φλεγματώδης πυρεταίνῃ, καὶ χολὴ κινηθεῖσα μὴ καθαρθῇ· ἢν μὲν οὖν ἡ κοιλίη ᾖ ὀξέη, διάῤῥοιαι γίνονται· ἢν δὲ ἐπὶ τὰς ὑστέρας τράπηται, ῥόος γίνεται. Ταύτην ἐπὴν ῥόος ἔχῃ, τρίβων μήκωνος λευκῆς τὸ λέπυρον, τὸ ἴσον τῆς πυῤῥᾶς, ἀκάνθης τὸν καρπὸν τρίβων ἐν οἴνῳ κεκρημένῳ, ἄλφιτα ἐπιβαλὼν ποταίνια πινέτω· ἢν δὲ θέλῃς, σίδην ἐς σποδὸν ἐγκρύψασα, ἐν οἴνῳ πινέτω, ἄλφιτον ἴσον καὶ ἄλητον ἐπιβαλών· ὡς ἥκιστα δὲ λουέσθω· σιτίοισι δὲ χρήσθω ὡς ξηροτάτοισι καὶ ψυχροῖσιν· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, φάρμακον πῖσαι, ὑφ’ οὗ τὰ ἄνω καθαίρεται, καὶ γάλα ὄνειον πινέτω· ἐπὴν δὲ τὰ κάτω καθαρθῇ, βόειον γάλα πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας, ἢν δύνηται, καὶ ἐξαιθριάσασα ἄκρητον, μίσγουσα ὕδατι τὸ τέταρτον μέρος· ἑσπέρης δὲ ἐπὴν ἐκπίῃ, ῥοφείτω χόνδρον· ἐπὴν δὲ γένηται δεκαταίη, ἀφαιρέειν τοῦ γάλακτος τὴν δεκάτην μοίρην καὶ τοῦ ὕδατος· ὅσον δ’ ἂν ἀφέλῃς, τοσοῦτον χλιεροῦ ἄρτι ἠμελγμένου πινέτω τὴν μοίρην, τὴν δὲ αὔριον δύο μοίρας, ὡς ἐν τῇσι δέκα μοίρῃσιν εἶναι ἀντὶ κεκρημένου ἄκρητον, καὶ ἐπὶ δέκα ἡμέρας πίνειν ἀφαιρέων τὸ δέκατον μέρος, καὶ τοῦ ῥοφήματος προστιθέσθω πλεῖον· ἐπὴν δὲ γένηται εἰκοσταίη, [ἀφαιρέειν τοῦ ἀκρήτου μοίρην ἐπὶ δέκα ἡμέρας· ἐπὴν δὲ γένηται τριακοσταίη,] πίνουσα τὴν δεκάτην μοίρην τοῦ γάλακτος, ὑποχέων τρίτην ὕδατος μοίρην, πινέτω δέκα ἡμέρας, καὶ σιτίοισι χρήσθω· καὶ οὕτω γίνονται αἱ ξύμπασαι ἡμέραι τεσσαράκοντα.