9. Ἢν ἐν πλευρῷ φῦμα φύηται καὶ ἔμπυος γένηται, τάδε πάσχει· ῥῖγος ἴσχει καὶ πυρετὸς, καὶ βὴξ ξηρὴ πολλὰς ἡμέρας, καὶ ἀλγέει τὸ πλευρὸν, καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληἳδα καὶ ἐς τὰς ὠμοπλάτας ὀδύνη ἴσχει ἀΐσσουσα. Οὗτος ὅταν οὕτως ἔχῃ, ἐν μὲν τῇσι πρώτῃσιν ἡμέρῃσιν ἕνδεκα ῥοφήμασι χρεέσθω, πτισάνης χυλῷ καθέφθῳ μέλι παραχέων, ὁκόταν ἑφθὸν τὸ ῥόφημα ᾖ οἴνῳ δὲ χρεέσθω λευκῷ, γλυκεῖ ἢ αὐστηρῷ καὶ ὑδαρεῖ, καὶ ῥοφάνοντα πλεονάκις τοῦ οἴνου ἑκπτύειν κελεύειν, καὶ τοῦ ὕπνου κωλύειν, ἔστ’ ἂν αἱ ἕνδεκα ἡμέραι παρέλθωσιν, μετὰ δὲ ταύτας τὰς ἡμέρας σιτίοισιν ὀλίγοισιν ὡς μάλιστα χρεέσθω, κρέασι σκυλακείοισιν ἢ ἀλεκτρυονείοισι θερμοῖσι· ἐζωμεῦσθαι δὲ χρὴ καλῶς, καὶ τὸν ζωμὸν ῥοφανέτω, καὶ τοῖσι ῥοφήμασι πρόσθεν χρεέσθω τοῦ σίτου, καὶ μὴ διψήτω, ἕως ἂν ἔμπυον γένηται τὸ πλευρόν. Πυΐσκεται δὲ μάλιστα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢ ὀλίγῳ πρόσθεν· τούτῳ δὲ γνώσῃ, ὁκόταν ἔμπυον γένηται τὸ πλευρὸν, πῦον γὰρ οὐκ ἀποπτύεται, οὐδ’ ἀνεμέεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὅκου ἂν ἀποσημήνῃ τὸ οἴδημα, τάμνειν ἢ καίειν· ἔπειτα ἀφιέναι τὸ πῦον κατ’ ὀλίγον, καὶ ἐπειδὰν ἀπαρύσης, μοτὸν καθιέναι ὠμολίνου, καὶ αὖθις τῇ ὑστεραίῃ ἐξελὼν, ἀπαρύσαι κατ’ ὀλίγον τοῦ πύου· ἔπειτα μοτῶσαι, καὶ αὖθις τῇ τρίτῃ καὶ τῇσιν ἄλλῃσιν ἡμέρῃσι δὶς τῆς ἡμέρης ἀπαρύειν ἕως ἂν ξηρανθῇ. Διδόναι δὲ καὶ τὰ σιτία καὶ τὰ ὄψα, ὁκόταν προσίηται, καὶ πινέτω ὀλίγον, μὴ πολλὸν, ἤν τε οἶνον ἤν τε ὕδωρ· τρωγέτω δὲ καὶ τῆς ὀριγάνου τῆς ἁπαλῆς ὡς πλεῖστον, ἐς μέλι ἀποβάπτων· ἢν δὲ μὴ ἁπαλὴν ἔχῃ, ἀλλ’ αὔην, λεπτὴν ποιήσας, ἐς τὸ μέλι μίξας, λείην διδόναι ὡς πλείστην, καὶ τοῖσι λουτροῖσι λούειν, μηδὲ ῥιγούτω, καὶ μαλθακῶς κοιμάσθω. Οὕτω ταύτην τὴν νοῦσον θεραπεύων, τάχιστα ἂν ὑγιέα ποιήσαις· ὁκόταν δὲ ὑγιὴς γένηται, φυλασσέσθω τὸ ψῦχος, τὸ θάλπος, τὸν ἥλιον, καὶ τοῖσι περιπάτοισιν ὀλίγοισι χρεέσθω μετὰ τὸ σῖτον, ὅκως ἂν μὴ κόπος λάβῃ τὸ σῶμα· ταῦτα ποιέων ὑγιὴς ἔσται. Τούτων τῶν νούσων ἅστινας ἂν καύσῃς, ἐπὶ τὰ καύματα πράσα τρίψας πολλὰ καταπλάσσειν εὐθὺς μετὰ τὴν καῦσιν καὶ καταλιμπάνειν μίην ἡμέρην. 10. Τρεῖς δὲ εἰσὶ φθίσιες· πρώτη αὕτη μὲν γίνεται ἀπὸ φλέγματος, ἐπὴν ἡ κεφαλὴ φλέγματος πλησθεῖσα νοσήσῃ καὶ θέρμη ἐγγένηται, συσσήπεται τὸ φλέγμα ἐν τῇ κεφαλῇ, ἅτε οὐ δυνάμενον κινέεσθαι ὥστε ὑποχωρῆσαι· ἔπειτα ὁκόταν παχυνθῇ, καὶ συσσακῇ, καὶ ὑπερπλησθῇ τὰ φλέβια, ῥεῦμα ἐπὶ τὸν πλεύμονα ἐγένετο, καὶ ὁ πλεύμων ὁκόταν ἀναλάβῃ, νοσέει παραχρῆμα, ἅτε δακνόμενος ὑπὸ τοῦ φλέγματος, ἁλικοῦ ἐόντος καὶ σαπροῦ. Τάδε οὖν πάσχει· πυρετὸς ἄρχεται βληχρὸς ἐπιλαμβάνειν, καὶ ῥῖγος, καὶ πονέει τὰ στήθεα καὶ τὸ μετάφρενον· ἐνίοτε δὲ καὶ βὴξ πιέζει ὀξείη, καὶ ἀποπτύει τὸ σίαλον πουλὺ καὶ ὑγρὸν καὶ ἁλμυρόν. Ταῦτα μὲν καταρχὰς τῆς νούσου πάσχει· προϊούσης δὲ τό τε γυῖον λεπτύνεται, πλὴν τῶν σκελέων· ταῦτα δὲ οἰδέει, καὶ οἱ πόδες, καὶ οἱ ὄνυχες ἕλκονται· ἐκ δὲ τῶν ὤμων λεπτὸς καὶ ἀσθενής· ὁ φάρυγξ ὡς χνόου πίμπλαται, καὶ συρίζει ὡς διὰ καλάμου, καὶ διψῇ ἰσχυρῶς διὰ παντὸς τοῦ νοσήματος, καὶ ἀκρασίη πολλὴ τὸ σῶμα ἔχει. Οὗτος ὁκόταν οὕτως ἔχῃ, ἐνιαυτῷ φθειρόμενος φαύλως θνήσκει. Μελετᾷν δὲ χρὴ ὡς μάλιστα καὶ ἀνακομίζειν· πρῶτον μὲν πῖσαι ἐλλέβορον, κάτω δὲ ὑποκαθῆραι ἐπιθύμῳ ἢ πεπλίῳ ἢ τῷ κόκκῳ τῷ κνιδίῳ ἢ τῇ τιθυμαλίδι· ταῦτα χρὴ τετράκις τοῦ ἐνιαυτοῦ δοῦναι, ἄνω δὶς, κάτω δίς. Διδόναι δὲ καὶ ὄνειον γάλα ἑφθὸν ἐς ὑποκάθαρσιν ἢ βόειον ἢ αἴγειον· πινέτω δὲ καὶ ὠμὸν τὸ βόειον γάλα, τρίτον μέρος μελικρήτου ξυμμίσγων, πέντε καὶ τεσσαράκοντα ἡμέρας, ξυμπαραμίσγων καὶ τὸ ὀρίγανον· τὴν δὲ κεφαλὴν αὐτοῦ πρόσθεν καθαίρειν, πρὸς τὰς ῥῖνας προστιθεὶς φάρμακον. Σιτία δὲ καὶ ὄψα διδόναι μήτε λιπαρὰ μήτε κνισώδεα μήτε λίην δριμέα. Τεκμαιρόμενος δὲ τὸ νούσημα ταῦτα ποιέειν δεῖ, καὶ περιπάτοισι χρέεσθαι πρὸς τὰ σιτία, τεκμαιρόμενος μὴ ῥιγῴη· τοῦ δὲ χειμῶνος παρὰ πυρὶ τὴν οἴκησιν ποιεέσθω. Οἶνον δὲ πινέτω, αὐστηρὸν, μέλανα, ὡς παλαιότατον καὶ ἥδιστον, ὀλίγον δέ. Κἢν δοκέῃ σοι πρὸ τοῦ φαρμάκου πυριῆσαι, καὶ οὕτω δοῦναι τὸ φάρμακον· ἢν δὲ μὴ βούλῃ δοῦναι, πυριήσας, ἔμετον ἐκ τῶν σιτίων καταναγκάσαι ποιήσασθαι, ὡς τοπρόσθεν γέγραπται. Τούτῳ ἢν ξυμφέρωσι, περιπάτοισι χρεέσθω· ἢν δὲ μὴ ξυμφέρωσιν, ἡσυχαζέτω ὡς μάλιστα τῷ σώματι. Οὗτος οὕτω μελετώμενος ῥήϊστα ἂν διάγοι ἐν τῷ νουσήματι· ἡ δὲ νοῦσος θανασίμη, καὶ παῦροι ταύτην διαφυγγάνουσι.