7. Ἢν πλεύμων ἀπὸ ἐρυσιπέλατος οἰδήσῃ, τόδε τὸ οἴδημα μάλιστα ἀπὸ αἵματος γίνεται, ὅταν ἐς ἑωυτὸν ὁ πλεύμων ἑλκύσῃ αἷμα καὶ ἔχῃ ἀναλαβών· τὸ δὲ νούσημα θέρεος ἐν ὥρῃ μάλιστα γίνεται. Τάδε οὖν ἀπ’ αὐτοῦ πάσχει· βὴξ ἐμπίπτει ξηρὴ, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀρθοπνοίη, καὶ ὁ πόνος ἰσχυρὸς ἐν τοῖσι στήθεσι, καὶ τὰς ῥῖνας ἀνοίγει ὡς ἵππος δραμὼν, καὶ τὴν γλῶσσαν ἐξίσχει ὡς κύων θέρεος ὑπὸ τοῦ πνεύματος τοῦ ἐν τῷ καύματι καιόμενος, καὶ οἴδημα κατέχει τὰ στήθεα, καὶ φθέγγεται βραχέως, καὶ ἐρύθημα καὶ κνησμὸν τῷ σώματι φέρει, καὶ ὑπὸ τοῦ πόνου κατακέεσθαι οὐ δύναται, ἀλλ’ αὐτὸς ἑωυτὸν ῥίπτει ἀλύων. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσι θνήσκει μάλιστα· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, ἰῆσθαι ἐν τούτοισι· ψύχειν μὲν τὸ σῶμα, ἐν ὕδατι ψυχρῷ βάπτων σεῦτλα καὶ τῷ σώματι ἐπιτιθεὶς, μάλιστα πρὸς πόνον νέον, ἢ ῥάκια βάπτων ἐν ψυχρῷ ὕδατι καὶ ἐκθλίβων προστιθέναι. Κἢν μὲν οὕτω ῥηΐσῃ· ἢν δὲ μὴ, κεραμικῇ γῇ ψυχρῇ καταπλάσσειν, καὶ ἐν τῇ αἰθρίῃ κοιμάσθω. Οὕτω γὰρ ἂν μελετώμενος πολλάκις ἂν φύγοι τὰς ἑπτὰ ἡμέρας. Ὁκόταν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι καὶ ἡ ὀδύνη προσέχῃ, χρίων ἐν ἐλαίῳ τὸ πονέον μέρος ἔσο, καὶ χλιάσματα μάλιστα προστίθει τὰ αὐτὰ, ἃ καὶ τῇ πλευρίτιδι, καὶ πῖσαι αὐτὸν ἐς ὑποκάθαρσιν τῷ τοῦ πεπλίου καὶ τῆς μηκωνίδος καὶ τοῦ κόκκου τοῦ κνιδίου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον δοῦναι ῥοφῆσαι, πινέτω δὲ ὕδωρ. Τῇ δὲ ὑστεραίῃ λοῦσαι αὐτὸν πολλῷ καὶ θερμῷ πλὴν τῆς κεφαλῆς· ἔπειτα πῖσαι ὀρίγανον ἐν μελικρήτῳ ἀποβρέξας· ποτοῖσι δὲ ὡς θερμοτάτοισι χρεέσθω· σιτία δὲ προσφερέσθω τὰ αὐτὰ ταῦτα, ἃ καὶ ὁ ὑπὸ τῆς πλευρίτιδος ἑαλωκὼς, ἢν μὴ πυρετὸς προσίσχῃ. Αὕτη ἡ νοῦσος χαλεπὴ, καὶ παῦροι ἐκφυγγάνουσιν. 8. Ἢν τὸ στῆθος καὶ τὸ μετάφρενον ἀναῤῥαγῇ, ἀναῤῥήγνυται δὲ μάλιστα ὑπὸ ταλαιπωρίης· τάδι οὖν πάσχει. Βὴξ ἴσχει ὀξείη, καὶ τὸ σίαλον ἐνίοτε ἀποπτύει ὕφαιμον, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει τὰ πολλὰ, καὶ ἐν τῷ στήθεϊ, καὶ ἐν τῷ μεταφρένῳ ὀδύνη ὀξείη ἔνεστι, καὶ ἐν τῷ πλευρῷ δοκέει οἷον λίθος ἐγκέεσθαι, καὶ κεντέεται ὑπὸ τῆς ὀδύνης διαμπερέως, ὡς εἰ βελόνη τις κεντοίη. Τοῦτον ὁκόταν ὧδε ἔχῃ, παραχρῆμα γάλακτι πιήνας καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον, καὶ οὕτω τάχιστα ὑγιὴς ἔσται. Τὸ δὲ λοιπὸν ἡσυχάζων τῷ σώματι μάλιστα διαιτῆσθαι ἢν γάρ τι πονήσῃ ἢ ἐπὶ ἅμαξαν ἀναβὰς ἢ ἐφ’ ἵππον, ἢ τοῖσιν ὤμοισιν ἐν ἄχθεϊ αὐτὸς ταλαιπωρήσῃ, κινδονεύσει πάλιν ὑποτροπιάσαι ἡ νοῦσος, καὶ, ἢν γένηται, κίνδυνος διαφθαρῆναι· τὸ γὰρ νούσημα ὑποστραφὲν μᾶλλον πιέζει ἢ καταρχάς, Ἢν δὲ μὴ καυθῇ, τοῖσιν αὐτοῖσιν αὐτὸν ἰῆσθαι οἷσι καὶ τὸν ἔμπυον, ῥοφήμασι καὶ ποτήμασι καὶ σιτίοισι· τὸ δὲ ξύμπαν ἡσυχίην ἔχοντα εὐωχέειν τοῖσιν ἐπιτηδείοισιν· ἢν γὰρ οὕτω μελετηθῇ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπή.