6. Ἢν φλεγμονὴ ἐν πλεύμονι γένηται, δὲ μάλιστα ἀπὸ οἰνοφλυγίης καὶ γαστριμαργίης ἰχθύων κεφάλων καὶ ἐγχελύων· ταῦτα γὰρ τὴν πιμελὴν πολεμιωτάτην ἔχει πρὸς. τὴν φύσιν τοῦ ἀνθρώπου· ἤδη δὲ τὸ νούσημα ἐγένετο ἀπὸ φλέγματος, ὁκόταν μιγὲν τῷ αἵματι ἐπιῤῥυῇ ἐπὶ τὸν πλεύμονα· προσπίπτει δὲ καὶ ἐκ κρεηφαγίης καὶ ἐξ ὕδατος μεταβολῆς. Τάδε οὖν πάσχει· βήσσει ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει ὑγρὸν καὶ πολλὸν, πολλάκις δὲ καὶ παχὺ καὶ λευκὸν, οἷον ἀπὸ βράγχου· καὶ ὀδύνη πιέζει ὀξείη ἐς τὰ στήθεα καὶ τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰ πλευρὰ, καὶ ἐρεύγεται ὀξὺ, καὶ ἐκ τῶν στηθέων καὶ πλευμόνων οἶον γαστὴρ τρυλλίζει, καὶ ἐμέει λάπην ὀξείην, καὶ τὸ ἔμεσμα ἢν ἐκχέῃς χαμάζε, ξύει τὴν γὴν ὥσπερ ὄξος ἐπιχέοντι, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ ῥῖγος καὶ πυρετὸς καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ἤν τι θέλῃ λιπαρὸν φαγέειν, μύζει πρὸς· τὰ σπλάγχνα καὶ ἔμετον ἄγει, καὶ τὸ σῶμα ἅπαν νάρκη ἔχει· ὁκόταγ δὲ ἀπεμέσῃ, ἐπ’ ὀλίγον δοκέει ῥᾴων εἶναι· ἔπειτα ἐπειδὰν τῆς ἡμέρης ὀψίτερον γένηται, βρέμει ἡ, κοιλίη καὶ στρέφει καὶ βορβορύζει. Τοῦτον ὁκόταν οὕτως ἔχῃ καὶ δοκέῃ καιρὸς εἶναι, προσαίρειν ὧδε μελέτην· μίξας μέλι καὶ γάλα καὶ ὄξος καὶ ὕδωρ, ταῦτα ἐγχέας ἐς χυτρίδα χλιαίνειν, καὶ ὀριγάνου κλωνίοισι τῆς κεφαλοεδέος ταράσσειν· ἐπειδὰν δὲ χλιαρὸν ᾖ, δοῦναι πιεῖν, ἢ λαβόμενος τῆς γλώσσης, ἐγχέειν ἡσυχῆ διὰ σύριγγος εἶτα κελεύειν συνειληθέντα ἡσυχίην ἔχειν· ἔπειτα ἢν ἔμετος ἐπέλθῃ αὐτῷ, ἐμέειν προθύμως· ἢν δὲ μὴ ἐπέλθῃ, καταματτευόμενος πτερῷ ἐμεέτω, καὶ ἤν τι φλέγματος ἐμέσῃ, ἐπὶ πέντε ἡμέρας τὸ αὐτὸ ποιεέτω ῥᾴων γὰρ ἔσται οὕτω ποιῶν. Πινέτω δὲ τοῦτο γυμνασάμενος, ἢν οἷός τε ᾖ, καὶ λουσάμενος πολλῷ θερμῷ· ἢν δὲ μὴ, ἀλλὰ λουσάμενος. Ὁκόταν δὲ αἱ πέντε ἡμέραι παρέλθωσιν, πρώϊος νῆστις πινέτω ἐν μελικρήτῳ ἢ οἰνομέλιτι ὀπὸν σιλφίου ὁκόσον ὄροβον, καὶ σκόροδον τρωγέτω καὶ ῥαφανῖδας νῆστις, καὶ ἄκρητον οἶνον ἐπιῤῥοφανέτω μέλανα ἢ λευκὸν αὐστηρόν· πινέτω δὲ καὶ ἐπὶ σίτῳ καὶ μετὰ τὸ σῖτον· σιτίοισι δὲ ξηροῖσι καὶ κρέασιν ὀνείοισιν ἢ κυνείοισι χρεέσθω ἑφθοῖσιν, ἢν τὸ ῥῖγος καὶ ὁ πυρετὸς μὴ ἐπιλαμβάνῃ. Οὗτος ἢν μὲν ἀπὸ τοῦ τοιοῦδε ἐγχύματος καθαίρηταί τι· ἢν δὲ μὴ, ἄνω αὐτὸν καθαίρειν ἐλλεβόρῳ· μετὰ δὲ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ διδόναι δύο τρυβλία ἐκροφέειν μέλι παραχέας· οἶνον δὲ τὸν αὐτὸν πινέτω ὑδαρέα. Ἢν δὲ μὴ κατ’ ἀρχὰς παραγένῃ τῇ νούσῳ, παχύνας αὐτὸν γάλακτι, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· οὕτω γὰρι ἂν μάλιστα τῆς νούσου ἀπαλλαγείη. Ἢν δὲ μὴ καυθῇ, ξυμπαραμένει καὶ οὐ μάλα ἐκλείπει, ἀλλ’ ἕως γήρους προσέχει· πολλάκις δὲ καὶ συναποθνήσκει, ἢν μὴ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι τεσσαράκοντα ἀποθάνῃ· ἀλλὰ χρεία πολλῆς ὅτι μάλιστα μελεδώνης, καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην πινέτω βοὸς καὶ αἰγὸς καὶ ὀνείου καὶ ἱππείου· οὕτω γὰρ ἂν ῥήϊστα διάγοι· ἡ δὲ νοῦσος χαλεπή. 7. Ἢν πλεύμων ἀπὸ ἐρυσιπέλατος οἰδήσῃ, τόδε τὸ οἴδημα μάλιστα ἀπὸ αἵματος γίνεται, ὅταν ἐς ἑωυτὸν ὁ πλεύμων ἑλκύσῃ αἷμα καὶ ἔχῃ ἀναλαβών· τὸ δὲ νούσημα θέρεος ἐν ὥρῃ μάλιστα γίνεται. Τάδε οὖν ἀπ’ αὐτοῦ πάσχει· βὴξ ἐμπίπτει ξηρὴ, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀρθοπνοίη, καὶ ὁ πόνος ἰσχυρὸς ἐν τοῖσι στήθεσι, καὶ τὰς ῥῖνας ἀνοίγει ὡς ἵππος δραμὼν, καὶ τὴν γλῶσσαν ἐξίσχει ὡς κύων θέρεος ὑπὸ τοῦ πνεύματος τοῦ ἐν τῷ καύματι καιόμενος, καὶ οἴδημα κατέχει τὰ στήθεα, καὶ φθέγγεται βραχέως, καὶ ἐρύθημα καὶ κνησμὸν τῷ σώματι φέρει, καὶ ὑπὸ τοῦ πόνου κατακέεσθαι οὐ δύναται, ἀλλ’ αὐτὸς ἑωυτὸν ῥίπτει ἀλύων. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσι θνήσκει μάλιστα· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, ἰῆσθαι ἐν τούτοισι· ψύχειν μὲν τὸ σῶμα, ἐν ὕδατι ψυχρῷ βάπτων σεῦτλα καὶ τῷ σώματι ἐπιτιθεὶς, μάλιστα πρὸς πόνον νέον, ἢ ῥάκια βάπτων ἐν ψυχρῷ ὕδατι καὶ ἐκθλίβων προστιθέναι. Κἢν μὲν οὕτω ῥηΐσῃ· ἢν δὲ μὴ, κεραμικῇ γῇ ψυχρῇ καταπλάσσειν, καὶ ἐν τῇ αἰθρίῃ κοιμάσθω. Οὕτω γὰρ ἂν μελετώμενος πολλάκις ἂν φύγοι τὰς ἑπτὰ ἡμέρας. Ὁκόταν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι καὶ ἡ ὀδύνη προσέχῃ, χρίων ἐν ἐλαίῳ τὸ πονέον μέρος ἔσο, καὶ χλιάσματα μάλιστα προστίθει τὰ αὐτὰ, ἃ καὶ τῇ πλευρίτιδι, καὶ πῖσαι αὐτὸν ἐς ὑποκάθαρσιν τῷ τοῦ πεπλίου καὶ τῆς μηκωνίδος καὶ τοῦ κόκκου τοῦ κνιδίου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον δοῦναι ῥοφῆσαι, πινέτω δὲ ὕδωρ. Τῇ δὲ ὑστεραίῃ λοῦσαι αὐτὸν πολλῷ καὶ θερμῷ πλὴν τῆς κεφαλῆς· ἔπειτα πῖσαι ὀρίγανον ἐν μελικρήτῳ ἀποβρέξας· ποτοῖσι δὲ ὡς θερμοτάτοισι χρεέσθω· σιτία δὲ προσφερέσθω τὰ αὐτὰ ταῦτα, ἃ καὶ ὁ ὑπὸ τῆς πλευρίτιδος ἑαλωκὼς, ἢν μὴ πυρετὸς προσίσχῃ. Αὕτη ἡ νοῦσος χαλεπὴ, καὶ παῦροι ἐκφυγγάνουσιν. 8. Ἢν τὸ στῆθος καὶ τὸ μετάφρενον ἀναῤῥαγῇ, ἀναῤῥήγνυται δὲ μάλιστα ὑπὸ ταλαιπωρίης· τάδι οὖν πάσχει. Βὴξ ἴσχει ὀξείη, καὶ τὸ σίαλον ἐνίοτε ἀποπτύει ὕφαιμον, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει τὰ πολλὰ, καὶ ἐν τῷ στήθεϊ, καὶ ἐν τῷ μεταφρένῳ ὀδύνη ὀξείη ἔνεστι, καὶ ἐν τῷ πλευρῷ δοκέει οἷον λίθος ἐγκέεσθαι, καὶ κεντέεται ὑπὸ τῆς ὀδύνης διαμπερέως, ὡς εἰ βελόνη τις κεντοίη. Τοῦτον ὁκόταν ὧδε ἔχῃ, παραχρῆμα γάλακτι πιήνας καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον, καὶ οὕτω τάχιστα ὑγιὴς ἔσται. Τὸ δὲ λοιπὸν ἡσυχάζων τῷ σώματι μάλιστα διαιτῆσθαι ἢν γάρ τι πονήσῃ ἢ ἐπὶ ἅμαξαν ἀναβὰς ἢ ἐφ’ ἵππον, ἢ τοῖσιν ὤμοισιν ἐν ἄχθεϊ αὐτὸς ταλαιπωρήσῃ, κινδονεύσει πάλιν ὑποτροπιάσαι ἡ νοῦσος, καὶ, ἢν γένηται, κίνδυνος διαφθαρῆναι· τὸ γὰρ νούσημα ὑποστραφὲν μᾶλλον πιέζει ἢ καταρχάς, Ἢν δὲ μὴ καυθῇ, τοῖσιν αὐτοῖσιν αὐτὸν ἰῆσθαι οἷσι καὶ τὸν ἔμπυον, ῥοφήμασι καὶ ποτήμασι καὶ σιτίοισι· τὸ δὲ ξύμπαν ἡσυχίην ἔχοντα εὐωχέειν τοῖσιν ἐπιτηδείοισιν· ἢν γὰρ οὕτω μελετηθῇ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπή. 9. Ἢν ἐν πλευρῷ φῦμα φύηται καὶ ἔμπυος γένηται, τάδε πάσχει· ῥῖγος ἴσχει καὶ πυρετὸς, καὶ βὴξ ξηρὴ πολλὰς ἡμέρας, καὶ ἀλγέει τὸ πλευρὸν, καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληἳδα καὶ ἐς τὰς ὠμοπλάτας ὀδύνη ἴσχει ἀΐσσουσα. Οὗτος ὅταν οὕτως ἔχῃ, ἐν μὲν τῇσι πρώτῃσιν ἡμέρῃσιν ἕνδεκα ῥοφήμασι χρεέσθω, πτισάνης χυλῷ καθέφθῳ μέλι παραχέων, ὁκόταν ἑφθὸν τὸ ῥόφημα ᾖ οἴνῳ δὲ χρεέσθω λευκῷ, γλυκεῖ ἢ αὐστηρῷ καὶ ὑδαρεῖ, καὶ ῥοφάνοντα πλεονάκις τοῦ οἴνου ἑκπτύειν κελεύειν, καὶ τοῦ ὕπνου κωλύειν, ἔστ’ ἂν αἱ ἕνδεκα ἡμέραι παρέλθωσιν, μετὰ δὲ ταύτας τὰς ἡμέρας σιτίοισιν ὀλίγοισιν ὡς μάλιστα χρεέσθω, κρέασι σκυλακείοισιν ἢ ἀλεκτρυονείοισι θερμοῖσι· ἐζωμεῦσθαι δὲ χρὴ καλῶς, καὶ τὸν ζωμὸν ῥοφανέτω, καὶ τοῖσι ῥοφήμασι πρόσθεν χρεέσθω τοῦ σίτου, καὶ μὴ διψήτω, ἕως ἂν ἔμπυον γένηται τὸ πλευρόν. Πυΐσκεται δὲ μάλιστα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢ ὀλίγῳ πρόσθεν· τούτῳ δὲ γνώσῃ, ὁκόταν ἔμπυον γένηται τὸ πλευρὸν, πῦον γὰρ οὐκ ἀποπτύεται, οὐδ’ ἀνεμέεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὅκου ἂν ἀποσημήνῃ τὸ οἴδημα, τάμνειν ἢ καίειν· ἔπειτα ἀφιέναι τὸ πῦον κατ’ ὀλίγον, καὶ ἐπειδὰν ἀπαρύσης, μοτὸν καθιέναι ὠμολίνου, καὶ αὖθις τῇ ὑστεραίῃ ἐξελὼν, ἀπαρύσαι κατ’ ὀλίγον τοῦ πύου· ἔπειτα μοτῶσαι, καὶ αὖθις τῇ τρίτῃ καὶ τῇσιν ἄλλῃσιν ἡμέρῃσι δὶς τῆς ἡμέρης ἀπαρύειν ἕως ἂν ξηρανθῇ. Διδόναι δὲ καὶ τὰ σιτία καὶ τὰ ὄψα, ὁκόταν προσίηται, καὶ πινέτω ὀλίγον, μὴ πολλὸν, ἤν τε οἶνον ἤν τε ὕδωρ· τρωγέτω δὲ καὶ τῆς ὀριγάνου τῆς ἁπαλῆς ὡς πλεῖστον, ἐς μέλι ἀποβάπτων· ἢν δὲ μὴ ἁπαλὴν ἔχῃ, ἀλλ’ αὔην, λεπτὴν ποιήσας, ἐς τὸ μέλι μίξας, λείην διδόναι ὡς πλείστην, καὶ τοῖσι λουτροῖσι λούειν, μηδὲ ῥιγούτω, καὶ μαλθακῶς κοιμάσθω. Οὕτω ταύτην τὴν νοῦσον θεραπεύων, τάχιστα ἂν ὑγιέα ποιήσαις· ὁκόταν δὲ ὑγιὴς γένηται, φυλασσέσθω τὸ ψῦχος, τὸ θάλπος, τὸν ἥλιον, καὶ τοῖσι περιπάτοισιν ὀλίγοισι χρεέσθω μετὰ τὸ σῖτον, ὅκως ἂν μὴ κόπος λάβῃ τὸ σῶμα· ταῦτα ποιέων ὑγιὴς ἔσται. Τούτων τῶν νούσων ἅστινας ἂν καύσῃς, ἐπὶ τὰ καύματα πράσα τρίψας πολλὰ καταπλάσσειν εὐθὺς μετὰ τὴν καῦσιν καὶ καταλιμπάνειν μίην ἡμέρην. 10. Τρεῖς δὲ εἰσὶ φθίσιες· πρώτη αὕτη μὲν γίνεται ἀπὸ φλέγματος, ἐπὴν ἡ κεφαλὴ φλέγματος πλησθεῖσα νοσήσῃ καὶ θέρμη ἐγγένηται, συσσήπεται τὸ φλέγμα ἐν τῇ κεφαλῇ, ἅτε οὐ δυνάμενον κινέεσθαι ὥστε ὑποχωρῆσαι· ἔπειτα ὁκόταν παχυνθῇ, καὶ συσσακῇ, καὶ ὑπερπλησθῇ τὰ φλέβια, ῥεῦμα ἐπὶ τὸν πλεύμονα ἐγένετο, καὶ ὁ πλεύμων ὁκόταν ἀναλάβῃ, νοσέει παραχρῆμα, ἅτε δακνόμενος ὑπὸ τοῦ φλέγματος, ἁλικοῦ ἐόντος καὶ σαπροῦ. Τάδε οὖν πάσχει· πυρετὸς ἄρχεται βληχρὸς ἐπιλαμβάνειν, καὶ ῥῖγος, καὶ πονέει τὰ στήθεα καὶ τὸ μετάφρενον· ἐνίοτε δὲ καὶ βὴξ πιέζει ὀξείη, καὶ ἀποπτύει τὸ σίαλον πουλὺ καὶ ὑγρὸν καὶ ἁλμυρόν. Ταῦτα μὲν καταρχὰς τῆς νούσου πάσχει· προϊούσης δὲ τό τε γυῖον λεπτύνεται, πλὴν τῶν σκελέων· ταῦτα δὲ οἰδέει, καὶ οἱ πόδες, καὶ οἱ ὄνυχες ἕλκονται· ἐκ δὲ τῶν ὤμων λεπτὸς καὶ ἀσθενής· ὁ φάρυγξ ὡς χνόου πίμπλαται, καὶ συρίζει ὡς διὰ καλάμου, καὶ διψῇ ἰσχυρῶς διὰ παντὸς τοῦ νοσήματος, καὶ ἀκρασίη πολλὴ τὸ σῶμα ἔχει. Οὗτος ὁκόταν οὕτως ἔχῃ, ἐνιαυτῷ φθειρόμενος φαύλως θνήσκει. Μελετᾷν δὲ χρὴ ὡς μάλιστα καὶ ἀνακομίζειν· πρῶτον μὲν πῖσαι ἐλλέβορον, κάτω δὲ ὑποκαθῆραι ἐπιθύμῳ ἢ πεπλίῳ ἢ τῷ κόκκῳ τῷ κνιδίῳ ἢ τῇ τιθυμαλίδι· ταῦτα χρὴ τετράκις τοῦ ἐνιαυτοῦ δοῦναι, ἄνω δὶς, κάτω δίς. Διδόναι δὲ καὶ ὄνειον γάλα ἑφθὸν ἐς ὑποκάθαρσιν ἢ βόειον ἢ αἴγειον· πινέτω δὲ καὶ ὠμὸν τὸ βόειον γάλα, τρίτον μέρος μελικρήτου ξυμμίσγων, πέντε καὶ τεσσαράκοντα ἡμέρας, ξυμπαραμίσγων καὶ τὸ ὀρίγανον· τὴν δὲ κεφαλὴν αὐτοῦ πρόσθεν καθαίρειν, πρὸς τὰς ῥῖνας προστιθεὶς φάρμακον. Σιτία δὲ καὶ ὄψα διδόναι μήτε λιπαρὰ μήτε κνισώδεα μήτε λίην δριμέα. Τεκμαιρόμενος δὲ τὸ νούσημα ταῦτα ποιέειν δεῖ, καὶ περιπάτοισι χρέεσθαι πρὸς τὰ σιτία, τεκμαιρόμενος μὴ ῥιγῴη· τοῦ δὲ χειμῶνος παρὰ πυρὶ τὴν οἴκησιν ποιεέσθω. Οἶνον δὲ πινέτω, αὐστηρὸν, μέλανα, ὡς παλαιότατον καὶ ἥδιστον, ὀλίγον δέ. Κἢν δοκέῃ σοι πρὸ τοῦ φαρμάκου πυριῆσαι, καὶ οὕτω δοῦναι τὸ φάρμακον· ἢν δὲ μὴ βούλῃ δοῦναι, πυριήσας, ἔμετον ἐκ τῶν σιτίων καταναγκάσαι ποιήσασθαι, ὡς τοπρόσθεν γέγραπται. Τούτῳ ἢν ξυμφέρωσι, περιπάτοισι χρεέσθω· ἢν δὲ μὴ ξυμφέρωσιν, ἡσυχαζέτω ὡς μάλιστα τῷ σώματι. Οὗτος οὕτω μελετώμενος ῥήϊστα ἂν διάγοι ἐν τῷ νουσήματι· ἡ δὲ νοῦσος θανασίμη, καὶ παῦροι ταύτην διαφυγγάνουσι.