53. Ὀπισθότονος· ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτά· γίνεται δὲ, ὀκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ὑπὸ κυνᾴγχης ἢ ὑπὸ σταφυλῆς ἢ ὑπὸ τῶν ἀμφιβραγχίων ἐμπύων γενομένων· ἐνίοτε δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγενομένων, εἰ σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται ἐς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὸ μετάφρενον καὶ τὰ στήθεα ἔχεται, καὶ οἰμώζει, καὶ οὕτω σπᾶται σφόδρα, ὥστε μόλις μιν κατέχουσιν οἱ παρεόντες, ὡς μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν. Οὗτος πολλάκις μὲν τῆς ἡμέρης πονέει, πολλάκις δὲ κουφότερον διάγει. Τούτῳ οὕτως ἔχοντι ταὐτὰ χρὴ προσφέρειν, ἃ καὶ τῷ πρόσθεν. Ἡ δὲ νοῦσος προσίσχει τὸ μακρότατον ἄχρι τεσσαράκοντα ἡμερέων· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται. 54. Ἄλλος τέτανος· ὁ δὲ τέτανος ἧσσον θανατώδης ἢ οἱ πρόσθεν, γίνεται δὲ ἀπὸ τῶν αὐτῶν· πολλοὶ δὲ καὶ πεσόντες ἐς τὰ ὄπισθεν ἔλαβον τὸ νούσημα. Πάσχει οὖν τάδε· σπᾶται ὅλον τὸ σῶμα· ἐνίοτε δὲ καὶ ὅκη ἂν τύχῃ τοῦ σώματος σπᾶται· καὶ περιφοιτῇ μὲν τοπρῶτον· ἔπειτα τοῦ χρόνου προϊόντος ἐς τὴν κλίνην πίπτει, καὶ αὖθις ἀνῆκεν ὁ πόνος καὶ ὁ σπασμός· καὶ ἀναστὰς ἂν ἴσως περιέλθοι ὀλίγας ἡμέρας, ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Ταῦτα πάσχει καὶ μεταβάλλει συχνὸν χρόνον· καὶ ἤν τι φάγῃ, οὐ διαχωρέει κάτω, ἢν μὴ μόλις, καὶ ταῦτα ξυγκεκαυμένα, ἀλλ’ ἐν τοῖσι στήθεσιν ἔχεται τὸ σιτίον καὶ πνίγα παρέχει. Ταῦτον τοῖσιν αὐταῖσι θεραπεύων, οἷσι καὶ τοὺς πρόσθεν, τάχιστά ὑγιέα ποιήσεις· κλύζειν δὲ ἐν πτισάνῃ ἑφθῇ λεπτῇ καὶ μέλισι.