51. Περὶ ἰσχιάδος· ἰσχιὰς δὲ ἀπὸ τῶνδε τῶν ἀφορμῶν γίνεται μάλιστα τοῖσι πολλοῖσιν, ἢν εἱληθῇ ἐν τῷ ἡλίῳ πουλὺν χρόνον καὶ τὰ ἰσχία διαθερμανθῇ καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ ὑπὸ τοῦ καύματος τὸ ἐνεὸν ἐν τοῖσιν ἄρθροισιν. Ὡς δὲ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μοι τεκμήριον· ὁ γὰρ νοσέων στρέφεσθαι ἢ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἐν αὐτοῖσιν ἀλγηδόνος καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους· ἀλγέει δὲ μάλιστα τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ πλαγίων τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη ἐν τοῖσι βουβῶσι πλεῖστον χρόνον ἅμα καὶ τοῖσιν ἰσχίοισιν ὀξείη καὶ καυματώδης· κἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, ὑπὸ τἧς ἀλγηδόνες οἰμώζει ὁκόσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ φλέγματος καὶ ἀπὸ αἵματος, καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τούτων τῶν νουσημάτων· καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός. Ἀλλὰ χρὴ ὧδε μελετῇν τὸν ἀπὸ τοῦ ἡλίου ταύτην τὴν νοῦσον λαβόντα· ὑγραίνειν αὐτοῦ τὸ σῶμα τῇ πυριήσει καὶ ἀπὸ τῶν σιτίων καὶ ἀπὸ τῶν ποτῶν καὶ τῶν ἄλλων τῶν διδομένων, διδόναι δὲ χλιαρὰ καὶ ὑγρά· ταῦτα δὲ πάντα ἑφθά· σίτῳ δὲ χρεέσθω μάζῃ μαλθακῇ ἀτρίπτῳ· οἶνον δὲ πινέτω λευκὸν ὑδαρέα· καὶ τῷ σώματι ἡσυχίην ἐχέτω· ἢν δὲ καὶ δυνατὸς ᾖ ἀνίστασθαι, ὀλίγα περιπατεέτω ἑκάστης ἡμέρης· καὶ μὴ ῥιγούτω, καὶ λουέσθω μὴ πολλῷ. Καὶ ὁκόταν σοι δοκέῃ καλῶς ἔχειν καὶ ὑγρὸς εἶναι τὸ σῶμα, πυριῆσαι σφόδρα βληχρῇ τῇ πυρίῃ· μᾶλλον γὰρ ἀνήσει καὶ ἀνυγρανεῖ τὸ συμπεπηγὸς ἐκ τῶν ἄρθρων· εἶτα τῇ ὑστεραίῃ πῖσαι τοῦ κνιδίου κόκκου. Ἢν δὲ μὴ ὠφελήσῃ, κλύσαι τούτοισι χρὴ αὐτόν· τρίβειν κυμίνου ἡμικοτύλιον, σικύην ἄτμητον τῶν μικρῶν καὶ στρογγύλων ξυγκόψας ἐν τῷ ὅλμῳ, καὶ σήσας ὡς λεπτότατον νίτρου ἐρυθροῦ Αἰγυπτίου τεταρτημόριον μνᾶς, ὀπτήσας, τρίψας τε λεῖον, ταῦτα ἐμβάλλειν ἐς χυτρίδα, καὶ ἐγχέαι ἐλαίου κοτύλην, μέλιτος ἡμικοτύλιον, οἴνου λευκοῦ γλυκέος κοτύλην, καὶ σευτλίου χυλοῦ δύο κοτύλας· ταῦτα ἑψῇν, ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν τοῦ πάχεος· εἶτα διηθήσας δι’ ὀθονίου, παραμῖξαι αὐτοῖσι μέλιτος Ἀττικοῦ κοτύλην, ἢν μὴ βούλῃ ξυνεψεῖν τὸ μέλι· ἢν δὲ μὴ ἔχῃς Ἀττικὸν, κοτύλην τοῦ καλλίστου παραμίξας ἑψῆσαι ἐν θυείῃ· ἢν δὲ τὸ κλύσμα παχύτερον ᾖ, παραχέαι οἴνου τοῦ αὐτοῦ πρὸς τὸ πάχος τεκμαιρόμενος· ἐν τούτῷ κλύζειν. Εἶτα ἐῇν χρὴ μέχρι τριῶν ἡμερέων καθαίρεσθαι· ἢν δὲ πλείονας ἡμέρας καθαίρηται, τοῦ βοείου ἢ τοῦ αἰγείου γάλακτος τρεῖς κοτύλας δοῦναι ἐκπιεῖν· εἶτα τεῦτλα λιπαρὰ, περίπαστα, ἐν ἀρτύμασιν ἄναλτα, δοῦναι ἐσθίειν, Ἐκ ταύτης οὖν τῆς νούσου πολλοὶ ἤδη χωλοὶ ἐγένοντο. Ἢν δὲ ἀπὸ χολῆς ἡ νοῦσος γένηται, πῖσαι αὐτὸν ἐλλέβορον κάτω ἢ ὀπὸν σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν πτισάνης χυλὸν, μέλι παραχέων, δύο τρυβλία δοῦναι ἐκροφέειν· τῇ δὲ ὑστεραίῃ ἢ τῇ τρίτῃ πυριήσας γάλακτι ὀνείῳ ἑφθῷ ὑποκαθῆραι· ἐς ἑσπέρην δὲ τεύτλου λιπαροῦ δύο τρυβλία ἐκφαγέτω ἄλφιτα παραπάσας· οἶνον δὲ πινέτω λευκὸν, ὑδαρέα, γλυκὺν καὶ νῦν καὶ μετὰ τὴν τοῦ φαρμάκου κάθαρσιν. Ἢν δὲ ἀπὸ φλέγματος νοσέῃ, πῖσαι αὐτὸν τοῦ κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω πυριήσας, μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ χρὴ προσφέρειν καὶ ῥοφήματα καὶ ποτὰ καὶ γαλακτοποσίην· τὰς δὲ μεταξὺ τῶν ἡμερέων διαίτῃ χρεέσθω ὡς κουφοτάτῃ. Καὶ ἢν μὲν ὑπὸ τουτέων ὠφελῆται· ἢν δὲ μὴ, καῦσαι ᾳὐτὸν, τὰ μὲν ὀστώδεα μύκησι, τὰ δὲ σαρκώδεα σιδηρίοισι πολλὰς ἐσχάρας καὶ βαθείας. Ἢν δὲ ὑφ’ αἵματος νοσέῃ, πυριῆσαι, καὶ σικύην προσβάλλειν, καὶ φλεβοτομέειν τὰς ἐν τῇσιν ἰγνύῃσι φλέβας· ἢν δέ σοι δοκέῃ, καὶ τοῦ κνιδίου κόκκου πῖσαι αὐτόν· διαίτῃ δὲ χρεέσθω ὡς ξηροτάτῃ· οἶνον δὲ μᾶλλον μὲν μὴ πινέτω· ἢν δὲ ἄρα καὶ πίνειν θέλῃ, ὡς ἐλάχιστον καὶ ὑδαρέστατον δίδου, καὶ περιπατέειν ὀλίγα κέλευε· ἢν δὲ δυνατὸς ᾖ, πλεῖστα. Ξυμφέρει δὲ καὶ τῷ ἀπὸ τοῦ φλέγματος νοσέοντι τὰ τοιαῦτα ποιέειν. Ἢν δὲ μὴ δύνηται ἵστασθαι, ἐν τῇ κλίνῃ χρὴ περιφέρειν ὡς πυκνώτατα, ἀφ’ οὗ ἂν νοσέῃ, καὶ ἅπαντα ὁμοίως, ὅκως ἂν ἐντὸς μὴ ξυμφυῇ ὁ χόνδρος· ἢν δὲ ξυμφυῇ καὶ τὰ ἄρθρα ξυμπαγῇ, πᾶσα ἀνάγκη χωλὸν γενέσθαι τὸν ἄνθρωπον. Καὶ ἢν βούλῃ κλύσαι τὸν ἀπὸ τοῦ αἵμετος νοσέοντα, ὥστε αἷμα ἀπάγειν καὶ φλέγμα ἀπὸ τῶν ἰσχίων, τοῖσιδε δεῖ κλύζειν· ἁλὸς δραχμίδα τρίψας, παραμῖξαι ἐλαίου κοτύλην καὶ ἀπὸ κριθέων ἑφθῶν δύο κοτύλας, εἶτα οὕτω κλύζειν τοῦτον. Οὕτω μελετῶν τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ λίην ἐστὶ καὶ χρονίη. 52. Τέτανοι τρεῖς· ἢν μὲν ἐπὶ τρώματι τέτανος γένηται, πάσχει τάδε· αἱ γένυες πήγνυνται, καὶ τὸ στόμα διαίρειν οὐ δύναται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύναται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας, οὐδὲ τὴν ῥάχιν· ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον βέβρωκεν, ἀνὰ τὰς ῥῖνας ἀνέρχεται ἐνίοτε. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριᾷν δεῖ, καὶ ἀλείψαντα λιπαρῶς πρὸς τὸ πῦρ ἕκαθεν θάλπειν, καὶ χλιάσματα προστιθέναι ὑπαλείψας τὸ σῶμα. Καὶ ἀψίνθιον ἢ φύλλα δάφνης ἢ τοῦ ὑοσκυάμου τὸν καρπὸν τρίψας καὶ λιβανωτὸν, εἶτα οἴνῳ λευκῷ διεὶς ἐγχέαι ἐς χυτρίδα καινήν· εἶτα ἐπιχέαι ἔλαιον ἴσον τῷ οἴνῳ, καὶ θερμήνας ἀλεῖψαί πολλῷ θερμῷ τὸ σῶμα καὶ τὴν κεφαλήν· ἔπειτα κατακλίνας ἐμβάπτειν τὴν σάρκα ποιῆσαι, καὶ ἀμφιέσαι ἱμάτια μαλθακὰ καθαρὰ, ὅκως ἂν ἐξιδρώσῃ σφόδρα· μελίκρητον δὲ χλιερὸν διδόναι, ἢν μὲν δύνηται, κατὰ στόμα, ἢν δὲ μὴ δύνηται, ἐγχέειν κατὰ τὰς ῥῖνας· διδόναι δὲ οἶνον λευκὸν πίνειν ὡς ἥδιστον καὶ πλεῖστον. Ταῦτα χρὴ ποιέειν ἑκάστης ἡμέρης, ἕως ἂν ὑγιὴς γένηται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης παραχρῆμα. 53. Ὀπισθότονος· ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτά· γίνεται δὲ, ὀκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ὑπὸ κυνᾴγχης ἢ ὑπὸ σταφυλῆς ἢ ὑπὸ τῶν ἀμφιβραγχίων ἐμπύων γενομένων· ἐνίοτε δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγενομένων, εἰ σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται ἐς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὸ μετάφρενον καὶ τὰ στήθεα ἔχεται, καὶ οἰμώζει, καὶ οὕτω σπᾶται σφόδρα, ὥστε μόλις μιν κατέχουσιν οἱ παρεόντες, ὡς μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν. Οὗτος πολλάκις μὲν τῆς ἡμέρης πονέει, πολλάκις δὲ κουφότερον διάγει. Τούτῳ οὕτως ἔχοντι ταὐτὰ χρὴ προσφέρειν, ἃ καὶ τῷ πρόσθεν. Ἡ δὲ νοῦσος προσίσχει τὸ μακρότατον ἄχρι τεσσαράκοντα ἡμερέων· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται. 54. Ἄλλος τέτανος· ὁ δὲ τέτανος ἧσσον θανατώδης ἢ οἱ πρόσθεν, γίνεται δὲ ἀπὸ τῶν αὐτῶν· πολλοὶ δὲ καὶ πεσόντες ἐς τὰ ὄπισθεν ἔλαβον τὸ νούσημα. Πάσχει οὖν τάδε· σπᾶται ὅλον τὸ σῶμα· ἐνίοτε δὲ καὶ ὅκη ἂν τύχῃ τοῦ σώματος σπᾶται· καὶ περιφοιτῇ μὲν τοπρῶτον· ἔπειτα τοῦ χρόνου προϊόντος ἐς τὴν κλίνην πίπτει, καὶ αὖθις ἀνῆκεν ὁ πόνος καὶ ὁ σπασμός· καὶ ἀναστὰς ἂν ἴσως περιέλθοι ὀλίγας ἡμέρας, ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Ταῦτα πάσχει καὶ μεταβάλλει συχνὸν χρόνον· καὶ ἤν τι φάγῃ, οὐ διαχωρέει κάτω, ἢν μὴ μόλις, καὶ ταῦτα ξυγκεκαυμένα, ἀλλ’ ἐν τοῖσι στήθεσιν ἔχεται τὸ σιτίον καὶ πνίγα παρέχει. Ταῦτον τοῖσιν αὐταῖσι θεραπεύων, οἷσι καὶ τοὺς πρόσθεν, τάχιστά ὑγιέα ποιήσεις· κλύζειν δὲ ἐν πτισάνῃ ἑφθῇ λεπτῇ καὶ μέλισι.