46. Εἰλεὸς αἱματίτης· τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτὰ τοῖσι πρόσθεν· ἄρχεται δὲ μετοπώρου γίνεσθαι τὸ νούσημα. Τάδε δὲ ἐν τῷ νουσήματι προσγίνεται· ἐκ τοῦ στόματος κακὸν ὄζει, καὶ ἀπὸ τῶν ὀδόντων τὰ οὖλα ἀφίσταται, καὶ ἀπὸ τῶν ῥινῶν αἷμα ῥέει. Ἐνίοτε δὲ καὶ ἐκ τῶν σκελέων ἕλκεα ἐκφλυνδάνει, καὶ τὰ μὲν ὑγιαίνεται, τὰ δὲ ἄλλα προσγίνεται, καὶ ἡ χροιὴ μέλαινα, καὶ λεπτόδερμος· περιφοιτῇν δὲ καὶ ταλαιπωρέειν οὐ πρόθυμος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τούτοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ κλύζειν τοῖσδε· σικύου τοῦ ἀγρίου πέντε φύλλα τρῖψαι λεῖα, καὶ παραμῖξαι μέλιτος ἡμικοτύλιον, καὶ ἁλῶν δραξάμενος τῇ μιῇ χειρὶ, καὶ ἐλαίου ἡμικοτύλιον, καὶ ἀπὸ τεύτλων ἑφθῶν τοῦ χυλοῦ τέσσαρας κοτύλας· διδόναι δὲ ἐς ὑποκάθαρσιν ὀνείου γάλακτος ἑφθοῦ κοτύλας ὀκτὼ μέλι παραχέων· πινέτω δὲ καὶ βόειον τὴν ὥρην, τεσσαράκοντα ἡμέρας· πινέτω δὲ καὶ τὸ ἕωθεν τοῦ βοείου γάλακτος δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων τὰς μεταξὺ τῶν ἡμερέων. Αὕτη ἡ νοῦσος δέεται πολλῆς ἰήσιος· εἰ δὲ μὴ, οὐκ ἐξέρχεται, ἀλλὰ ξυναποθνήσκει τῷ ἀνθρώπῳ· καλέεται δὲ εἰλεὸς αἱματίτης. 47. Τὰ παχέα καλούμενα νοσήματα· ἐκ δὲ τῶν παχέων καλουμένων νουσημάτων τάδε μάλιστα γίνεται· ὁκόταν φλέγμα καὶ χολὴ μιχθῇ κατὰ τὸ σῶμα, συῤῥέει ἐς τὴν κοιλίην, καὶ ὁκόταν ἁλισθῇ ἐν τῇ κοιλίῃ, ἀείρεται, ἄνω τε καὶ κάτω ἀνατρέχει ὥσπερ κῦμα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ ἐν τῇ κεραλῇ ἡ ὀδύνη καθέστηκε, καὶ ὁκόταν πρὸς τὰ σπλάγχνα ἡ ὀδύνη καταστῇ, πνίγα παρέχει· ἐνίοτε δὲ ἐμέει λάπην ὀξείην, ἐνίοτε δὲ καὶ ἁλμυρὴν, καὶ ὁκόταν ἀπεμέσῃ, πικρὸν τὸ στόμα δοκέει αὐτῷ εἶναι. Ἐν δὲ τῇσι πλευρῇσιν ἐρυθήματα καταχεῖται· ἅτε γὰρ τοῦ φλέγματος ἐν τῇ κοιλίῃ ἐόντος, τὸ αἷμα ὑπὸ θερμασίης ἁλισθὲν προσέπεσιν ἐς τὰ πλευρὰ, καὶ ἐρυθήματα ἐκχεῖται ἐν τῇσι πλευρῇσι, καὶ θερμασίη ἔχει μάλιστα τὰς πλευράς· καὶ τὸ μετάφρενον αὐτοῦ ἔγκυρτον γίνεται· καὶ ὁκόταν πονέῃ μάλιστα, οὐκ ἀνέχεται ψαυόμενος τοῦ σώματος· ἀλγέει γὰρ ὁκοῖόν περ ἕλκος· καὶ αἱ σάρκες πάλλονται ὑπὸ τῆς ἀλγηδόνος, καὶ οἱ ὄρχιες ἕλκονται, καὶ ἐς τὴν καθέδρην καὶ ἐς τὴν κύστιν θέρμη τις καὶ ὀδύνη ἐμπίπτει, καὶ οὐρέει παχὺ ὁκοῖόν περ ὕδρωπα, καὶ ἐκ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέουσι, καὶ τὰ σκέλεα καὶ οἱ πόδες αἰεὶ ψυχροὶ, καὶ ἡ ὀδύνη πιέζει μάλιστα τὰς πλευρὰς καὶ τὸ μετάφρενον καὶ τὸν τράχηλον· πρὸς δὲ τῷ δέρματι δοκέει οἵ τι προσέρπειν. Ἡ δὲ νοῦσος ὁτὲ μὲν πιέζει, ὁτὲ δὲ ἀνίησι· προϊούσης δὲ τῆς νούσου συνεχέστερον πιέζει, καὶ τῆς κεφαλῆς τὸ δέρμα παχὺ καὶ ἐρυθρόν ἐστιν. Οὗτος μέχρι μὲν ἓξ ἐτέων τοιαῦτα πάσχων διατελέει· ἔπειτα ἱδρώς τε πουλὺς καταχέεται καὶ κάκοδμος· πολλάκις δὲ καὶ ὀνειρώσσει, τὸ δὲ λάγνευμα ὕφαιμον προέρχεται ὑποπέλιδνον. Τοῦτο τὸ νούσημα γίνεται διὰ θερμασίην τοῦ ἡλίου καὶ ὑδροποσίην. Τοῦτον τοιγαροῦν ὁκόταν οὕτως ἔχῃ, τοῦ κνεώρου διδοὺς ὑποκαθαίρειν ἢ τοῦ κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω· δίδου δὲ πίνειν καὶ γάλα ὄνειον, ἑφήσας ὀκτὼ κοτύλας, μέλι παραχέων· τῇ δὲ ὑστεραίῃ μετὰ τὴν κάθαρσιν τὰ αὐτὰ προσφέρειν ἃ καὶ τοῖσιν ἄλλοισι· τὰς δὲ πρώτας ἡμέρας εὐωχεέσθω τὰ αὐτὰ ἃ καὶ ὅστις ὑπὸ ὑδέρου ἑάλω· καὶ πονεέτω περιόδοισιν, ἢν δυνατὸς ᾖ· ἢν δὲ ἀδύνατος ᾖ ὑπὸ τῶν πυρετῶν καὶ ἐσθίειν μὴ δύνηται τὰ σιτία, χρεέσθω ῥοφήματι φακῇ· ποτῷ δὲ οἴνῳ μέλανι ὡς αὐστηροτάτῳ. Αὕτη ἡ νοῦσος ἐπιλαμβάνει μάλιστα μετοπώρου καὶ ὀπώρης ἐούσης. Οὗτος ἢν μὴ ἰηθῇ ἐν τοῖσιν ἓξ ἔτεσιν, προσίσχει ἡ νοῦσος καὶ ἄχρι τῶν δέκα ἐνιαυτῶν· πολλοῖσι δὲ καὶ ξυναποθνήσκει, ἢν μὴ παραχρῆμα μελετηθῇ. 48. Ἄλλο παχύ· γίνεται μὲν ἀπὸ χολῆς, ὁκόταν χολὴ ἐπὶ τὸ ἧπαρ ἐπιῤῥυῇ καὶ κατὰ τὴν κεφαλὴν καταστῇ. Τάδε οὖν πάσχει· τὸ ἧπαρ οἰδέει, καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους· καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρᾷ· καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει. Ταῦτα μὲν καταρχὰς τοῦ νουσήματος αὐτῷ γίνεται, γίνεται δὲ διαλιμπάνοντα, ὁτὲ μὲν σφόδρα, ὁτὲ δὲ ἧσσον· ὁκόσῳ δ’ ἂν ὁ χρόνος τῇ νούσῳ προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγέει, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν· τούτῳ δ’ ἂν γνοίης ὅτι οὐχ ὁρῇ, ὅτι οὐ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου. Καὶ τὰς κροκίδας ἀφαιρέει τοῦ ἱματίου, ἤν περ ἴδῃ, δοκέων φθεῖρας αὐτὰς εἶναι. Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυγῇ πρὸς τὰς φρένας, παραφρονέει· καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία καὶ ὁπλῖται μαχόμενοι, καὶ αὐτὸς ἐν αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων μάχας καὶ πολέμους, καὶ ἐπέρχεται, καὶ ἀπειλέει, ἢν μή τις αὐτὸν ἐῇ ἐξιέναι· κἢν ἀναστῇ, οὐ δύναται ἀείρειν τὰ σκέλεα, ἀλλὰ καταπίπτει· καὶ οἱ πόδες αὐτοῦ αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ φοβέεται, ὁκόταν ἐνύπνια ἴδῃ φοβερά. Τῷδε δὲ γινώσκομεν, ὅτι ἀπὸ ἐνυπνίων ἀΐσσει καὶ φοβέεται ὁκόταν ἔννοος γένηται, ἀφηγεῖται τὰ ἐνύπνια, ὁκοῖα καὶ τῷ σώματι ἐποίεε καὶ τῇ γλώσσῃ ἔλεγε. Ταῦτα μὲν οὕτω πάσχει. Ἔστι δ’ ὅτε καὶ κίεται ἄφωνος ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα ἀναπνέων πολλὸν τὸ πνεῦμα ἀθρόον. Ὁκόταν δὲ παύσηται παραφρονέων, εὐθὺς παραχρῆμα ἔννοος γίνεται, καὶ ἢν ἐρωτῇ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτ’ αὖθις ὕστερον ὀλίγῳ χρόνῳ ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Αὕτη ἡ νοῦσος προσπίπτει μάλιστα ἐν ἀλλοδημίῃ, καὶ ἤν κου ἐρήμην ὁδὸν βαδίζῃ καὶ ὁ φόβος αὐτὸν λάβῃ ἐκ φάσματος· λαμβάνει δὲ καὶ ἄλλως. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι τοῦ μέλανος ἐλλεβόρου πέντε ὀβολοὺς στήσας, διδόναι δὲ ἐν οἴνῳ γλυκεῖ, ἢ κλύζειν αὐτὸν ἐν τούτοισι· νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον ὄϊος, τοῦτο τρῖψαι λεῖον, καὶ παραμῖξαι μέλιτος καλίστου ἡμικοτύλιον, ἑψήσας, ἐν θυείῃ, καὶ ἡμικοτύλιον ἐλαίου καὶ ἀπὸ τεύτλων ἑφθῶν ὕδατος τέσσαρας κοτύλας ἐξαιθριάσας· ἢν δὲ βούλῃ, ἀντὶ τεύτλου ὄνειον γάλα ἑψήσας παραμῖξαι· ταῦτα μίξας κλύζειν, ἤν τε πυρετὸς ἔχῃ ἤν τε μή. Ῥοφήμασι δὲ χρεέσθω πτισάνῃ καθέφθῳ, μέλι παραχέων· πινέτω δὲ μέλι καὶ ὕδωρ καὶ ὄξος συγκεράσας ἅμα, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ ἐν δεκατέσσαρσιν ἡμέρῃσι τὸ μακρότατον, ἤν τε θανάσιμον ἤν τε οὔ. Πολλοῖσι δὲ ἤδη ἡ τοιαύτη νοῦσος πεπαυμένη πάλιν ὑπετροπίασεν· ἢν οὖν ὑποτροπιάσῃ, κίνδυνος αὐτὸν διαφθαρῆναι· κρίνεται δὲ ἡ νοῦσος ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν θανάσιμος ἢ οὔ· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει, ἀλλὰ τοῖσι πολλοῖσι μελεδαινομένη ἐξέρχεται. Ὁκόταν δὲ παύσηται ἡ νοῦσος, διαίτῃ χρεέσθω καλῇ, ἡσύχως προσάγων ὁκόσα ἂν ἡ κοιλίη προσδέξηται καὶ μὴ ξυγκαυθῇ, μήτε διάῤῥοια ἐπιγίνηται· ἀμφότερα γὰρ δοκέει κινδυνώδεα εἶναι· λουέσθω δὲ ἑκάστης ἡμέρης, καὶ περιπατεέτω μετὰ τὰ σιτία ὀλίγα· ἐσθῆτα δὲ ἐνείσθω κούφην καὶ μαλθακήν· καὶ. γαλακτοποτεέτω τὴν ὥρην καὶ ὀῤῥοποτεέτω πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτα ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς. 49. Ἄλλο παχύ· γίνεται μὲν ἀπὸ φλέγματος σαπέντος· τῷδε δὲ δῆλον γίνεται, ὅτι σαπρόν ἐστιν, ἐρεύγεται γὰρ ἀπ’ αὐτοῦ ἔχον τὴν ὀσμὴν, ὁκοῖόν περ ῥαφανῖδας φαγόντος. Ἄρχεται δὲ γίνεσθαι τὸ τοιοῦτον νόσημα ἀπὸ τῶν σκελέων, εἶτ’ ἀπὸ τουτέων ἄνεισιν ἐς τὴν κοιλίην, καὶ ὁκόταν ἐν τῇ κοιλίῃ στῇ, αὖθις ἀνατρέχει πρὸς τὰ σπλάγχνα, καὶ ὁκόταν ἐπὶ τούτοισι στῇ, μύζει καὶ ἔμετον ἄγει, ἅμα καὶ λάπην ὀξείην ὑπόσαπρον, καὶ ὁκόταν ἀπεμέσῃ, οὐκ ἔχει ἑωυτόν· ἔπειτα ἀπορίη πρὸς τοῖσι σπλάγχνοισιν, ἐνίοτε δὲ καὶ ἐς τὴν κεφαλὴν ἐξαπίνης ὀδύνη στηρίζει ὀξείη· καὶ τοῖσιν ὠσὶν ὀξέως ἀκούειν οὐ δύναται αὐδὲ τοῖσιν ὀφθαλμοῖσιν ὁρῇν ὑπὸ τοῦ βάρεος· ἱδρώς τε πολλὸς καταχέεται κάκοδμος, μάλιστα μὲν ἢν ἡ ὀδύνη ἔχῃ, καταχέεται δὲ καὶ ἢν ἡ ὀδύνη ᾖ καὶ λωφᾷ, καὶ τῆς νυκτὸς μάλιστα· ἡ δὲ χροιὴ αὐτοῦ ἰκτερώδης δείκνυται. Αὕτη ἡ νοῦσος τῆς προτέρης ἧσσον μικρῷ θανατώδης. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην, κάτω μὲν τῷ ἱππόφεῳ, ἄνω δὲ τῷ ἐλλεβόρῳ, καὶ τὴν κεφαλὴν καθαίρειν τῷ τετραγώνῳ· καὶ ὁκόταν ὑπὸ τοῦ ἐλλεβόρου κεκαθαρμένος ᾖ, τῇ ὑστεραίῃ ὀνείῳ ἑφθῷ γάλακτι ὑποκαθαίρειν, τῇ δὲ τρίτῃ αἰγείῳ ἑφθῷ, ὡσαύτως δὴ καὶ τῇ τετάρτῃ καὶ τῇ πέμπτῃ· εἴκοσι δὲ ἄλλας ἡμέρας διδόναι ὠμὸν γάλα βόειον, εἴτε καὶ αἴγειον, τρίτον μέρος μελικρήτου παραμίσγων, πινέτω δὲ τοῦ γάλακτος χοέα· μετὰ δὲ τὴν κάθαρσιν τὴν κάτω τῶν φαρμάκων τὰ αὐτὰ προσφέρειν, ἃ καὶ τοῖσιν ὑπὸ ὑδέρου κατεχομένοισι· τὸν δὲ λοιπὸν χρόνον, ὁκόταν τὸ γάλα πίνῃ, δειπνεέτω ἄρτον ἔξοπτον, ὄψον δε ἐχέτω ἐν ἰχθύσι μὲν σκορπίον ἢ καλλιώνυμον ἢ κόκκυγα ἢ ῥίνης τέμαχος ἑφθὸν ἐν ἀρτύμασιν, ἐν κρέασι δὲ οἰὸς ἢ ἀλεκτρυόνος νεοσούς· ταῦτα ἑφθά· οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ, ἢν δὲ μὴ, μέλανα αὐστηρόν· εἶτα περιπατεέτω μετὰ τὸ φαγεῖν, ὅκως ἂν μὴ ῥιγώσῃ. Τούτῳ ἢν μὲν οὖν ξυμφέρῃ, τὰ σιτία διδόναι, ἢν δὲ μὴ ξυμφέρῃ, ῥοφήματα διδόναι πτισάνης ἢ κέγχρου. Ταύτῃ τῇ νούσῳ ἢν τριήκοντα ἡμέρας παρέλθῃ ὁ νοσέων, ὑγιαίνεται· αὗται γὰρ κρίνουσιν, ἢν θανάσιμος ἢ μή· ἡ δὲ νοῦσος χαλεπή. 50. Ἄλλο παχύ· γίνεται τὸ νούσημα ὑπὸ φλέγματος λευκοῦ· ξυνίσταται δὲ ἐν τῇ κοιλίῃ, ὁκόταν πουλυχρόνιοι κατάσχωσι τὸ σῶμα πυρετοί. Ἄρχεται δὲ τὸ νούσημα ἐκ τοῦ προσώπου γινόμενον, καὶ οἰδέει τὸ πρόσωπον, εἶτα κατέρχεται ἐς τὴν κοιλίην, καὶ ὁκόταν στῇ ἐν αὐτῇ, ἀείρει μεγάλην τὴν γαστέρα, καὶ τὸ σῶμα κοπιᾷ ὡς ὑπὸ ταλαιπωρίης, καὶ ἐν τῇ κοιλίῃ βάρος ἴσχει καὶ πόνος ἰσχυρός· καὶ οἱ πόδες οἰδέουσι. Καὶ ἢν χυθῇ ὑετὸς ἐπὶ τῆς γῆς, τῆς κόνιος ὀδμώμενος οὐκ ἀνέχεται· ἢν δὲ ἑστηκὼς τύχῃ ἐν τῷ ὑετῷ καὶ ὀδμηθῇ τῆς γῆς, ἐξαπίνης πίπτει. Αὕτη ἡ νοῦσος διαπαύουσα τῆς προτέρης πλείονα χρόνον ἐπιλαμβάνει καὶ χρονιωτέρη ἀπαλλάσσεται. Μελετῇν δὲ χρὴ ταύτην ἐν τοῖσιν αὐτοῖσιν, οἵοισι καὶ τὸν ὑδεριῶντα, ἤγουν πυρίῃσι καὶ φαρμάκοισι καὶ ἐδέσμασι καὶ ταλαιπωρίῃσιν. Αὕτη ἡ νοῦσος ἐπικρατέει μάλιστα ἓξ ἔτεα, εἶτα ἐξέρχεται μελετωμένη καλῶς ἐν χρόνῳ, ἤν γε καὶ μὴ καταρχὰς ἰηθῇ. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς.