43. Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα, ὁκόταν τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι συνπαγῇ καὶ ἀναξηρανθῇ μᾶλλον τοῦ. Γίνεται οὖν τὴν εἰδέην, ὁκόταν τῷ νουσήματι ἔχηται, δίυγρος, ὕπωχρος, διαφανὴς, κύστει πλήρει ἐοικὼς οὔρου, πλὴν οὐκ οἰδέει, ἀλλὰ λεπτὸς καὶ σκελιφρός ἐστι καὶ ἀσθενής· μάλιστα δὲ τοῦ σώματος λεπτύνεται τὰς κληἳδας, καὶ τὸ πρόσωπον ἰσχυρῶς κάτισχνος, καὶ οἱ ὀφθαλμοὶ ἔκκοιλοι σφόδρα. Ταῦτα μὲν ὑπὸ τοῦ νοσήματος πάσχει· ἢν δὲ ἡ χροιὴ τοῦ σώματος μέλαινα ᾖ, τάδε αἴτιά ἐστιν· ἐς τὰ φλέβια καὶ ἐς τὸ δέρμα, ὁκόταν χολὴ μέλαινα ὑπέλθῃ, καὶ ἐπὶ τούτοισιν, ὁκόταν θέρμη ἐπιγένηται, ἀνάγκη ὑπὸ τοῦ θερμοῦ ξυγκαίεσθαί τε καὶ ἀναξηραίνεσθαι τὰ φλέβια, ὥστε τὸ αἷμα μὴ χωρέειν κατὰ τὰ φλέβια. Τάδε οὖν πάσχει οὗτος πρὸς ἐκείνοις· λεπτὸς γίνεται καὶ κάτισχνος ἰσχυρῶς, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἀραιὰ σκαρδαμύσσει, καὶ τὰς μυίας ἀπὸ τοῦ ἱματίου θηρεύει, καὶ βόρος τῶν σιτίων μᾶλλόν ἐστιν ἢ ὑγιαίνων, καὶ λύχνου ἀπεσβεσμένου τῇ ὀσμῇ ἥδεται, καὶ ἐξονειρώσσει θαμινά· πολλάκις δὲ καὶ βαδίζοντι αὐτῷ ἐξέρχεται ἡ γονή. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην τῷ μέλανε ἐλλεβόρῳ, τὴν ἄνω δηλονότι· τὴν δὲ κάτω ὀπῷ σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ διδόναι ἃ καὶ τοῖσιν ἄλλοισι, καὶ ὀῤῥὸν, καὶ γάλα βοὸς ἢ αἰγὸς διδόναι τὴν ὥρην· διδόναι δὲ καὶ ὄνειον γάλα ἐς ὑποκάθαρσιν. Οὗτος οὕτω μελετώμενος μάλιστα ἐν δυσὶν ἔτεσιν ὑγιὴς γίνεται· σιτία δὲ ἃ βούλεται προσφερέσθω· εὐωχεέσθω δὲ ὡς μάλιστα, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Αὕτη ἡ νοῦσος λαμβάνει πρεσβύτερον εἰκοσαετέος· ὁκόταν δὲ λάβῃ, ἢν μὴ κατ’ ἀρχὰς τοῦ νοσήματος μελετηθῇ, οὐκ ἐκλείπει, πρὶν ἂν εἴκοσιν ἔτεα παρέλθῃ, ἀλλὰ προσέχει· ἔπειτα ἐνίοισι μελετωμένοισιν ἐξέρχεται· ἡ δὲ νοῦσος χαλεπή. 44. Εἰλεοί· εἰλεοὶ δὲ τάδε τὰ νουσήματα καλέεται· γίνεται δὲ ἀπὸ τῶνδε μάλιστα· ἢν τοῦ χειμῶνος θερμῇ τῇ διαίτῃ καὶ ὑγρῇ χρέηται καὶ μήτε περιόδοισι ταλαιπωρέῃ πρὸς τὰ σιτία τεκμαφόμενος, πιμπλάμενος δὲ εὕδῃ ἀεὶ, εἶτα ἐξαπίνης ἀναγκασθῇ βαδίσαι μακρὴν ὁδὸν, ψύχεος· ἐόντος, εἶτα ῥιγώσῃ ὑπὸ τὰ ὀστέα, τάδε οὖν πάσχει· φῦσα ἐγγίνεται ἐν τῷ σώματι παντὶ, καὶ ἡ χροιὴ αὐτέου γίνεται μολιβδοειδὴς, καὶ ῥιγοῖ αἰεὶ, ὥστε οἱ θερμὸν καταχυθὲν οὐ δοκέει θερμὸν εἶναι. Τὸ δὲ σῶμα λουόμενον αὐτοῦ λεπίζεται ὑπὸ τοῦ θερμοῦ, μάλιστα δὲ ἡ ὄσχη· ἢν τῷ δακτύλῳ τοῦ σώματός κου ὑποπιέζεις, ἐνθλάσεις, καὶ σημανέεταί σοι ὥσπερ ἐν σταιτί· μάλιστα δὲ ἐν τοῖσι ποσὶν ἐνθλᾶται. Τὰ δὲ σκέλεα βαρέα αὐτοῦ, καὶ ἢν περιφοιτέῃ, τρέμει, καὶ ἢν πρὸς αἶπος βαδίζῃ, πνευστιᾷ σφόδρα, καὶ αἱ ὠλέναι δοκέουσιν ἀποκρέμασθαι, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ αἱ ὀφρύες δοκέουσιν ἀποκρέμασθαι, καὶ δίψη ἔχει τὰς νύκτας, τὰ δὲ σιτία ὠμὰ διαχωρέει, ἅσσ’ ἂν καταφάγῃ. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας αὐτὸν τοῦ κνεώρου διδόναι πίνειν ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου· μετὰ δὲ τὴν κάθαρσιν ταῦτα διδόναι ἃ καὶ τοῖσι πρόσθεν· τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος ἑφθοῦ χοέα διδόναι δὶς ἐκπιεῖν ἅλας παραβάλλων· ἐς ἑσπέρην δὲ δειπνεέτω ἄρτον· ὄψον δὲ ἐχέτω ὄϊος κρέα ἑφθὰ, καὶ πουλύποδας ἑφθοὺς ἐν οἴνῳ μέλανι, καὶ τὸν ζωμὸν ῥοφανέτω· καὶ φακὴν ἐχέτω ὧδε ἐσκευασμένην· κοτύλην φακοῦ ἑψήσας τρῖψαι λείην, ἔπειτα ἄλευρον παραμῖξαι, καὶ σίλφιον ἐπιξέσαι, καὶ ἅλας ἐμβαλεῖν, καὶ ὄξος ἐπιχέαι, καὶ σκόροδα συνεψεῖν· ἔπειτα ὕδωρ ἐπιχέας ζέσαι δὶς ἢ τρὶς, καὶ τορυνᾷν ἅμα· ἔπειτα ἀφελὼν ἐψύχθω· ἔστω δὲ μὴ λίην παχείη· ἐμβεβλήσθω δὲ καὶ ἡ γλήχων ἑψομένη τῆς εὐωδίης εἵνεκα. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων ἐμέτους ποιεέσθω δι’ ἕκτης ἡμέρης· πυριῆσθαι δὲ χρὴ ἄλλοτε καὶ ἄλλοτε πρὸ τοῦ ἐμέτου καὶ τῆς φαρμακοποσίης· καὶ διὰ τρίτης ἡμέρης λουέσθω, ἢν συμφέρῃ· εἰ δὲ μὴ, ἀλειφέσθω, καὶ περιπατεέτω, ἢν δυνατὸς ᾖ, πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἀκτῆς φύλλα καὶ κονύζης τῆς αἰεὶ ἁπαλῆς ἑψῶν διδόναι ἐσθίειν. Οὕτω γὰρ ἂν μελε τώμενος ῥήϊστα διάγοι, καὶ ἡ νοῦσος ἐκλείποι ἂν ἐνιαυσιαίη· πολλοῖσι δὲ ἤδη ὑγιέσι γινομένοισι διὰ δύο ἐτέων ἡ νοῦσος ὑπετροπίασεν· ἀλλὰ χρὴ, ἢν ὑποτροπιάσῃ, τὴν αὐτὴν ἴησιν ἰῆσθαι. Ἢν δὲ τρίτον ὑποτροπιάσῃ, οἴδημα μὲν οὐκ ἐπιγίνεται, λεπτὸς δὲ γίνεται καὶ κάτισχνος· ἄρχεται δὲ λεπτύνεσθαι ἀπὸ τοῦ προσώπου, καὶ τὴν χροιὴν ἔκλευκος γίνεται μᾶλλον ἢ τὸ πρόσθεν. Τούτῳ ὕδερος ἐνίοτε ἐγένετο ἐν τῇ κοιλίῃ· ἢν οὖν ἐγγένηται, τάμνειν αὐτὸν οὐ χρή· ἀποθανέεται γάρ· θεραπεύειν δὲ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν ἀπὸ σπληνὸς ὑδεριῶντα. Τοῦτον μάλιστα μὲν κατ’ ἀρχὰς βούλεσθαι λαβὼν ἰῆσθαι, καὶ οὕτω ταχέως ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος δέεται μελέτης πολλῆς· χαλεπὴ γάρ. 45. Ἄλλος εἰλεὸς ἰκτερώδης· ἐπιλαμβάνει μάλιστα μὲν θέρεος ὥρην ἐν ἑλώδεσι χωρίοισιν οὗτος, μᾶλλον δὲ ἀπὸ ὑδροποσίης· πολλοὶ δὲ ἤδη καὶ πρὸς τὸν ἥλιον εἱληθέντες τὸ νόσημα ἔλαβον, τὴν κεφαλὴν ἀλγήσαν τες. Ἀλλὰ παραπλήσια τοῖσι πρόσθεν πάσχουσι, πλὴν τῆς χροιῆς, καὶ γὰρ ὠχρὸς γίνεται οἷον σίδιον, καὶ οἱ ὀφθαλμοὶ ἔστιν ὅτε ἰκτέρου πίμπλανται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, θεραπεύειν χρὴ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν· διδόναι δὲ τὸ ἀπ’ ἐρεβίνθων λευκῶν ὕδωρ ἐψῶν πίνειν, καὶ ἐν τῷ οἴνῳ διακιρνᾷν καὶ διδόναι, καὶ τὴν κεφαλὴν αὐτέου καθαίρειν τῷ τετραγώνῳ. Οὗτος ἧσσον τοῦ προτέρου θανατώδης· καλέεται δὲ εἰλεὸς ἰκτερώδης. 46. Εἰλεὸς αἱματίτης· τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτὰ τοῖσι πρόσθεν· ἄρχεται δὲ μετοπώρου γίνεσθαι τὸ νούσημα. Τάδε δὲ ἐν τῷ νουσήματι προσγίνεται· ἐκ τοῦ στόματος κακὸν ὄζει, καὶ ἀπὸ τῶν ὀδόντων τὰ οὖλα ἀφίσταται, καὶ ἀπὸ τῶν ῥινῶν αἷμα ῥέει. Ἐνίοτε δὲ καὶ ἐκ τῶν σκελέων ἕλκεα ἐκφλυνδάνει, καὶ τὰ μὲν ὑγιαίνεται, τὰ δὲ ἄλλα προσγίνεται, καὶ ἡ χροιὴ μέλαινα, καὶ λεπτόδερμος· περιφοιτῇν δὲ καὶ ταλαιπωρέειν οὐ πρόθυμος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τούτοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ κλύζειν τοῖσδε· σικύου τοῦ ἀγρίου πέντε φύλλα τρῖψαι λεῖα, καὶ παραμῖξαι μέλιτος ἡμικοτύλιον, καὶ ἁλῶν δραξάμενος τῇ μιῇ χειρὶ, καὶ ἐλαίου ἡμικοτύλιον, καὶ ἀπὸ τεύτλων ἑφθῶν τοῦ χυλοῦ τέσσαρας κοτύλας· διδόναι δὲ ἐς ὑποκάθαρσιν ὀνείου γάλακτος ἑφθοῦ κοτύλας ὀκτὼ μέλι παραχέων· πινέτω δὲ καὶ βόειον τὴν ὥρην, τεσσαράκοντα ἡμέρας· πινέτω δὲ καὶ τὸ ἕωθεν τοῦ βοείου γάλακτος δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων τὰς μεταξὺ τῶν ἡμερέων. Αὕτη ἡ νοῦσος δέεται πολλῆς ἰήσιος· εἰ δὲ μὴ, οὐκ ἐξέρχεται, ἀλλὰ ξυναποθνήσκει τῷ ἀνθρώπῳ· καλέεται δὲ εἰλεὸς αἱματίτης.