39. Νούσημα ὅπερ καλεῖται τῦφος· τῦφος μὲν τοῦτο τὸ νούσημα καλέεται· ἐπιλαμβάνει δὲ θέρεος ἐν ὥρῃ, ὁκόταν ὁ κύων τὸ ἄστρον ἐπιτέλλῃ, χολῆς κινηθείσης ἀνὰ τὸ σῶμα. Εὐθέως οὖν αὐτὸν πυρετοὶ ἔχουσιν ἰσχυροὶ καὶ καῦμα ὀξὺ, καὶ ὑπὸ τοῦ βάρεος ἀσθενείη καὶ ἀκρησίη τῶν σκελέων, καὶ ἐκ τῶν χειρῶν ἄχρειος μάλιστα γίνεται· καὶ ἡ γαστὴρ ταράσσεται, καὶ τὰ ὑποχωρέοντα δυσώδεα, καὶ στρόφος ἰσχυρὸς ἐπιγίνευαι. Ταῦτά τε πάσχει, καὶ ἤν τις ἀνεστῆσαι θέλῆ αὐτὸν, οὐ δύνατωι ὀρθοῦσθαι, οὐδὲ τοῖσιν ὀφθαλμοῖσιν ἀνερῇν δύναται ὑπὸ τοῦ καύματος, καὶ ἤν τις αὐτὸν ἐρωτᾷ, ὑπὸ τοῦ πόνου ἀκούων οὐ δύνατια ἀποκρίνασθαι, Ὁκόταν δὲ μέλλῃ ἀπεθνήσκειν, ὀξύτερά τε ὁρῇ καὶ φθέγγεται θαρσαλέως, καὶ πιέειν καὶ φαγέειν αἰτέει, καὶ ἢν δῷ τις καὶ φάγῃ, ἐν τάχει ἀφῆκε τὴν ψυχὴν, ἢν μὴ ἐξεμέσῃ. Τούτῳ ἡ νοῦσος αὕτη κρίνεται ἐν ἑπτὰ ἡμέρῃσιν ἢ δεκατέσσαρσι· πολλοὶ δὲ διατρέχουσι καὶ ἐς τὰς εἰκοσιτέσσαρας· ἢν γοῦν ταύτας διέλθῃ, ὑγιὴς ἔσται· καὶ γὰρ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Τοῦτον, ὁκόταν οὕτως ἔχη, ὧδε ἰῆσθαι· ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων λουτροῦ μὲν ἀπέχεσθαι, ἀλείφειν δὲ οἴνῳ καὶ ἐλαίῳ χλιαίνων ἐς κοίτην, καὶ σιτίων ἀπέχεσθαι· ῥοφήματα δὲ λεπτὰ ψυχρὰ διδόναι· οἶνον δὲ πινέτω μέλανα, αὐστηρὸν, ἢν ξυμφέρῃ αὐτῷ· ἢν δὲ μὴ, λευκὸν, αὐστηρὸν, ὑδαρέστερον· ἢν δὲ δίψα ἰσχυρὴ πιέζῃ, τοῦ ὕδατος ἀθρόον διδοὺς πίνειν, κέλευε ἐξεμέειν, ταῦτα δὶς ἢ τρὶς ἐφεξῆς ποιήσας, καὶ ὁκόταν τὸ καῦμα ἔχῃ, ῥάκεα βάπτων ὕδατι ψυχρῷ προστιθέναι, ᾗ ἂν μάλιστα φῇ καίεσθαι· ἢν δὲ φρίκην ἔχῃ τὸ σῶμα, ἀνιέναι τὰ ψύγματα. Οὗτος ὁκόταν μάλιστα πονέῃ, ὑπὸ τῆς ὀδύνης αἴφνης κινδυνεύσει τότε ἀφεῖναι τὴν ψυχήν· ἀλλὰ διδόναι χρὴ αὐτῷ τῆς ὀδύνης τὰ φάρμακα μετὰ σπουδῆς τὰ αὐτὰ ἃ καὶ τῷ ὑπὸ τῆς πλευρίτιδος ἐχομένῳ. Ὁκόταν δὲ ἐξαναστῇ, ἀνακομίζειν σιτίῳ καὶ ποτῷ καὶ λουτροῖσιν ὡς τάχιστα· ἡ γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι διαφεύγουσιν. 40. Ἄλλος τῦφος· ἐπιλαμβάνει μὲν τὸ νούσημα πάσην ὤρην· γίνεται δὲ δι’ ὑγρασίην τοῦ σώματος, ὁκόταν τὰ σιτία ὑγρὰ ἐόντα καὶ τὸ ποτὸν πουλὺ αἱ σάρκες ἀναπίωσι καὶ πλαδαραὶ γίνωνται· ἀπὸ τούτων τὸ νούσημα γίνεται μάλιστα. Ἄρχεται οὖν ὁ πυρετὸς τριταῖος ἢ τεταρταῖος κατ’ ἀρχὰς γινόμενος, καὶ πόνος ἰσχυρὸς ἐν τῇ κεφαλῇ ἐνίσταται, ἐνίοτε. δὲ καὶ ἐν τῷ σώματι διαλείπων· καὶ ἐμέει σίαλον, καὶ ἐρεύγεται πυκινὰ, καὶ ἀλγέει τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ τὸ πρόσωπον ἀφύει, καὶ ἐς τοὺς πόδας οἴδημα κατέρχεται· ἐνίοτε δὲ καὶ ὅλον τὸ σῶμα ἀποιδέει, καὶ ἐς τὰ στήθεα καὶ ἐς τὸ μετάφρενον ἐνίοτε ἡ ὀδύνη τρέχει, καὶ ἡ γαστὴρ τετάρακται, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἐσορᾷ ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει πολλὸν καὶ ἀφρῶδες, καὶ ἐν τῇ φάρυγγι δοκέει ἐνέχεσθαι, καὶ κέρχνει αὐτόν· πολλάκις δὲ καὶ φλεγμαίνει ὁ φάρυγξ. Τοῦτον ὁκόταν οὕτως ὁ πόνος πιέζῃ, ἔστιν ὅτε καὶ ὀρθοπνοίη ἰσχυρὴ ἐμπίπτει, καὶ πολλάκις ἐξαπίνης ὑπὸ τοῦ πόνου τὴν ψυχὴν ἀφῆκεν ἐν ἑπτὰ ἡμέρῃσιν ἢ ἐν δεκατέσσαρσι· πολλοὶ δὲ διαφέρουσι καὶ ἕως τῶν εἰκοσιτεσσάρων ἡμερέων. Πολλάκις δὲ καὶ ἐξαπίνης ἡ νοῦσος ἀνῆκε, καὶ δοκέει ὑγιὴς εἶναι· ἀλλὰ φυλάσσεσθαι χρὴ, ἄχρις ἂν αἱ τέσσαρες καὶ εἴκοσιν ἡμέραι παρέλθωσιν· ἢν γὰρ ταύτας διαφύγῃ, οὐ μάλα θνήσκει. Τούτῳ, ὁκόταν ὧδε ἔχῃ, ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων χρὴ ῥόφημα διδόναι ἄλητον κάθεφθον, μέλι λεπτὸν παραχέων· πίνειν δὲ διδόναι μέλανα οἶνον κατ’ ὀλίγον, ὅκως ἂν βούληται κεκρημένον· σιτία δὲ μὴ προσφέρειν, πρὶν ἂν αἱ ἡμέραι παρέλθωσι· κουλύποδας δὲ ἐν οἴνῳ ἑφθοὺς διδόναι ἐσθίειν, καὶ τὸν ζωμὸν ῥοφάνειν, καὶ ῥαφανῖδας τρώγειν πολλάς· καὶ καρδάμου καρπὸν φώσας, ἀλέσαι καὶ σῆσαι λεπτά· ἔπειτα ἐπ’ οἶνον ἐπιβαλὼν μέλανα στρυφνὸν καὶ ἄλφιτα λεπτὰ ὀλίγα διδόναι πίνειν ἕωθεν· λουτροῦ δὲ ἀπεχέσθω, μέχρις ἂν αἱ ἡμέραι παρέλθωσιν· οἴνῳ δὲ καὶ ἐλαίῳ χλιήνας ἀλείφειν ἐς κοίτην καὶ ἐκμάσσειν· καὶ γλυκυσίδης καρποῦ δέκα κόκκους ἑψῶν ἐν οἴνῳ μέλανι, διδόναι πίνειν· καὶ γογγυλίδας διέφθους ποιέων ῥοφανέτω τοῦ χυλοῦ, ἀρτύσας τυρῷ ἀνάλτῳ καὶ μήκωνι καὶ ἁλὶ καὶ ἐλαίῳ καὶ σιλφίῳ καὶ ὄξει. Ἢν δὲ καὶ φάρμακον βούλῃ πῖσαι, τοῦ κνιδίου κόκκου πῖσαι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ καὶ λιπαροῦ δοῦναι δύο τρυβλία ἐκροφέειν· οἶνον δὲ πινέτω τὸν αὐτόν. Τούτων τῶν φαρμάκων καὶ ῥοφημάτων καὶ ποτῶν ὅ τι ἂν διδῷς ὀνήσεις, ἤν τε κατὰ ἓν, τε κατὰ πλείω προσφέρῃς, καὶ οὕτω τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ, καὶ παῦροι διαφυγγάνουσιν.