33. Ἄλλη νοῦσος σπληνός· προσπίπτει καὶ αὕτη ἡ νοῦσος ἦρος μάλιστα, ὁκόταν φλέγμα ἀναλάβῃ ὁ σπλὴν ἐς ἑωυτὸν, μέγας παραχρῆμα γίνεται καὶ σκληρός· εἶτ’ αὖθις καθίσταται· καὶ ὅταν μὲν ἐξηρμένος ᾖ, ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν· ὁκόταν δὲ λαπαρὸς ᾖ, ἀνώδυνός ἐστι· καὶ ὁκόταν χρόνος ἐγγένηται τῇ νούσῳ, ἀμαυροτέρη δοκέει, καὶ ἐπανίσταται, καὶ ταχέως καθίσταται. Οὗτος ὁκόταν οὕτως ἔχῃ, κατ’ ἀρχὰς τοῦ νοσήματος τὰ σιτία οὐ δύναται προσίεσθαι, καὶ ταχέως καταλεπτύνεται, καὶ ἀκρῃσίην ἔχει τὸ σῶμα πολλήν. Το δὲ νούσημα ἢν μὴ παραχρῆμα θεραπευθῇ, ἢ αὐτόματον καταστῇ, διαλιπὸν πέντε μῆνας ἢ ἕξ αὖθις ἐπανίσταται· διαλιμπάνει δὲ μάλιστα τὸν χειμῶνα. Τοῦτον κατ’ ἀρχὰς ἢν λάβῃς, καῦσον δέκα ἐσχάρας ἐς τὸν σπλῆνα, καὶ παρ’ εὐθὺ ὑγιέα ποιήσεις· ἢν δὲ μὴ καύσῃς, τοῖσιν αὐτοῖσι φαρμάκοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ ἐδέσμασι καὶ ποτοῖσι καὶ ταλαιπωρίῃσιν· οὕτων γὰρ ἂν τάχιστα ὑγιέα ποιήσῃς. Τούτου δὲ ἡ χροιὴ γίνεται ἔκλευκος, ἄρτι ὕπωχρος, ἄρτι αὐτχμηρή. 34. Ἄλλη νοῦσος σπληνός· γίνεται μετοπώρου μάλιστα ἀπὸ χολῆς μελαίνης· γίνεται δὲ ἀπὸ λαχανοφαγίης τρωξίμων πολλῶν καὶ ὑδροποσίης. Πάσχει οὖν τάδε· ὁκόταν τὸ νούσημα λάβῃ, ἀλγέει τὸν σπλῆνα σφόδρα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ ἀσιτίη ἔχει αὐτὸν, τό τε γυῖον ξυμπίπτει ταχέως· ὁ δὲ σπλὴν μέγας μὲν πάνυ οὐ γίνεται, σκληρὸς δὲ, καὶ παραπίπτει παρὰ τὰ σπλάγχνα καὶ μυζέει προσκείμενος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσιν ἰῆσθαι καὶ φαρμάκοισι καὶ βρωτοῖσι καὶ πότοισι καὶ ταλαιπωρίῃσιν, οἷσιν ἂν καὶ τοὺς πρόσθεν, καὶ ἤν σοι παρέξῃ, καῦσαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. Αὕτη ἡ νοῦσος τοῖσι πολλοῖσιν, ἢν παραχρῆμα μελετηθῇ, ἐν τάχει ἐξέρχεται.