3. Πλευμονὶς δὲ γίνεται ἀπὸ τῶνδε μάλιστα· ὁκόταν ὁ πλεύμων αἷμα ἑλκύσας ἐφ’ ἑωυτὸν ἢ φλέγμα ἁλμυρὸν μὴ ἀφῇ πάλιν, ἀλλ’ αὐτοῦ ξυστραφῇ καὶ ξυμπαγῇ, ὑπὸ τουτέων φύματα φιλέει γίνεσθαι ἐν τῷ πλεύμονι καὶ ἐμπυοῦσθαι. Οὗτος τάδε πάσχει κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· βὴξ ὀξείη ξηρὴ ἴσχει, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀδύνη ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ ἔγκειται, ἐνίοτε δὲ καὶ ἐν τῷ πλευρῷ· καὶ ὀρθοπνοίη σφοδρὴ ἐμπίπτει. Οὑτος μέχρι μὲν τεσσαρεσκαίδεκα ἡμερέων τοιαῦτα πάσχων διατελέει, πολλάκις δὲ καὶ πλείονας, ἔπειτα ῥήγνυται πῦα, καὶ ἀποπτύει πολλόν· πολλάκις δὲ ἀποπτύει καὶ οἷον ἀραχνίων χιτῶνας, πολλάκις δὲ καὶ ὕφαιμον. Κἢν μὲν ἀποκαθαρθῇ καὶ ἀπισχνωθῇ ἐν τάχει ὁ πλεύμων, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ προσέχῃ, ἡ νοῦσος ἐπ’ ἐνιαυτὸν παρατείνει, καὶ μεταβάλλει ἄλλοτε ἀλλοῖα πάσχων. Τούτῳ χρὴ κατ’ ἀρχὰς μὲν, πρὶν ἢ τὰ πῦα ῥαγῆναι, προσφέρειν τάδε· ὁκόταν ἀνῇ ὁ πυρετὸς, λούειν πολλῷ θερμῷ, καὶ ῥοφήμασι πολλοῖς χρέεσθαι· πτισάνης χυλῷ καθέφθω μέλι παραχέας, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω, καὶ οἶνον πινέτω γλυκὺν λευκὸν, ἢ μελίκρητον ἑφθόν. Ὁκόταν. δ’ ἅπαξ ἄρξηται πῦα ἀποπτύειν, πινέτω τὰ αὐτὰ, ἃ καὶ ὁ πρόσθεν ἔμπυος, καὶ σιτίοισι καὶ ποτοῖσι καὶ ὄψοισι τοῖς αὐτοῖσι χρεέσθω, ἀπεχόμενος ὀξέων καὶ δριμέων καὶ ἁλυκῶν καὶ λιπαρῶν καὶ λαγνείης καὶ θωρηξίων, ἢν μὴ τῇ νούσῳ πρόσφορον ᾖ· ἐς χρῶμα δὲ ὁρέων μελετᾷν, ὁκοίων δή τινων δοκέει, σοι δεῖσθαι· τὰ δ’ ἄλλα τὰ αὐτὰ ποιεέτω· πινέτω δὲ καὶ γάλα βοὸς καὶ αἰγὸς τὴν ὥρην· πρόσθεν δὲ ὑποκαθηράσθω γάλακτι ὀνείῳ ἐφθῷ· πινέτω δὲ καὶ τὸ ἵππειον γάλα σεσσμένον ἑκάστης ἡμέρης ἕωθεν τρικότυλον κύλικα, ἢν ᾖ δυνατός. Ἢν μὲν οὖν οὕτω μελετώμενος ῥηΐσῃ, καὶ μὴ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, αὐτὸς ἑωυτὸν θεραπευέτω ἡσυχίην ἔχων τῷ σώματι ὡς μάλιστα καὶ τὰ ξύμφορα προσφέρων ἑωυτῷ. Ἢν δὲ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, ὅπη ἄν σοι δοκέῃ ἀποσημαίνειν μάλιστα, ταύτῃ ταμὼν ἢ καύσας, ἀφιέναι τοῦ πύου ὀλίγον τὸ πρῶτον· τὰ δ’ ἄλλα ποιέειν τὰ αὐτὰ, ἃ καὶ ἐπὶ τοῦ πρόσθεν ἐμπύου γενομένου γεγράφαται. 4. Ἢν ἐν πλεύμονι κιρσὸς ἐγγένηται, βὴξ ξηρὴ ἐπιλαμβάνει; καὶ ῥῖγος, καὶ πυρετὸς, κατ’ ἀρχὰς μὲν τῆς νούσου πάνυ σφόδρα· ἔχει δὲ καὶ ὀρθοπνοίη, καὶ ἐν τῇ κεφαλῇ ἡ ὀδύνη ἐνέστηκε, καὶ αἱ ὀφρύες δοκέουσιν ἐπικρέμασθαι, καὶ οἴδημα κατέρχεται ἐς τὸ πρόσωπον καὶ ἐς τὰ στήθεα καὶ ἐς τοὺς πόδας· πολλάκις δὲ καὶ ἐς τὴν κεφαλὴν ἐρείδει, καὶ ὑπὸ τῆς ὀδύνης, ὅταν ὁ πόνος ἔχῃ, οὐ δύναται ἀνορῇν· τὸ δὲ σῶμα ὕπωχρον, καὶ αἱ φλέβες δι’ αὐτοῦ διατείνουσιν ἢ φλόγιαι ἢ μέλαιναι. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ ὁ πόνος μάλιστα πιέζῃ, πρῶτον μὲν αἷμα ἀφαιρέειν· ἔπειτα λούειν πολλῷ καὶ θερμῷ, καὶ ὁκόταν δίψα ἔχῃ, πίενειν διδόναι κυκεῶνα ἐν οἴνῳ μέλανι αὐστηρῷ, ὡς ἡδίστῳ, ἴσον ἴσῳ κεράσας· ψυχρὸν δὲ χρὴ μάλιστα πίνειν· ῥοφήμασι χρέεσθαι πτισάνης χυλῷ καθέφθῳ, μέλι χρηστὸν παραχέας. Ταῦτα χρὴ προσφέρειν ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων τῇσι τεσσαρεσκαίδεκα. Ἢν δὲ ἐπὶ πλεῖον ἡ νοῦσος ἔχῃ, ὅ τε πόνος πλείων ᾖ ἐν τῷ σώματι. καὶ ἀδυναμίη ἐνῇ, τούτῳ δὴ οὕτως ἔχοντι ταὐτὰ προσφέρειν, ἃ καὶ ἐν τῷ πυοῤῥοοῦντι τὸν πλεύμονα, ὁκόταν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ ταλαιπωρίης καὶ χολῆς μελαίνης. 5. Ὁκόταν τὰ κοῖλα φλέβια τὰ διέχοντα ἐν τῷ πλεύμονι πλησθῇ αἵματος ἢ χολῆς μελαίνης, ξυῤῥήξῃ τε τὰ φλέβια ἐς ἄλληλα, ἅτε ἐν στενοῖσιν ἐόντα καὶ ἐπειλημμένα καὶ ἔξοδον οὐκ ἔχοντα, ὀδύνην παρέχει καὶ φῦσαν ἐν τῷ πλεύμονἶ. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ θεραπηΐης δεομένη πολλῆς· εἰ δὲ μὴ, οὐκ ἐθέλει ἐκλιπεῖν τὸν κάμνοντα, καὶ ὡς τὰ πολλὰ ἐν τοῖσι πολλοῖσι ξυναποθνήσκει. 6. Ἢν φλεγμονὴ ἐν πλεύμονι γένηται, δὲ μάλιστα ἀπὸ οἰνοφλυγίης καὶ γαστριμαργίης ἰχθύων κεφάλων καὶ ἐγχελύων· ταῦτα γὰρ τὴν πιμελὴν πολεμιωτάτην ἔχει πρὸς. τὴν φύσιν τοῦ ἀνθρώπου· ἤδη δὲ τὸ νούσημα ἐγένετο ἀπὸ φλέγματος, ὁκόταν μιγὲν τῷ αἵματι ἐπιῤῥυῇ ἐπὶ τὸν πλεύμονα· προσπίπτει δὲ καὶ ἐκ κρεηφαγίης καὶ ἐξ ὕδατος μεταβολῆς. Τάδε οὖν πάσχει· βήσσει ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει ὑγρὸν καὶ πολλὸν, πολλάκις δὲ καὶ παχὺ καὶ λευκὸν, οἷον ἀπὸ βράγχου· καὶ ὀδύνη πιέζει ὀξείη ἐς τὰ στήθεα καὶ τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰ πλευρὰ, καὶ ἐρεύγεται ὀξὺ, καὶ ἐκ τῶν στηθέων καὶ πλευμόνων οἶον γαστὴρ τρυλλίζει, καὶ ἐμέει λάπην ὀξείην, καὶ τὸ ἔμεσμα ἢν ἐκχέῃς χαμάζε, ξύει τὴν γὴν ὥσπερ ὄξος ἐπιχέοντι, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ ῥῖγος καὶ πυρετὸς καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ἤν τι θέλῃ λιπαρὸν φαγέειν, μύζει πρὸς· τὰ σπλάγχνα καὶ ἔμετον ἄγει, καὶ τὸ σῶμα ἅπαν νάρκη ἔχει· ὁκόταγ δὲ ἀπεμέσῃ, ἐπ’ ὀλίγον δοκέει ῥᾴων εἶναι· ἔπειτα ἐπειδὰν τῆς ἡμέρης ὀψίτερον γένηται, βρέμει ἡ, κοιλίη καὶ στρέφει καὶ βορβορύζει. Τοῦτον ὁκόταν οὕτως ἔχῃ καὶ δοκέῃ καιρὸς εἶναι, προσαίρειν ὧδε μελέτην· μίξας μέλι καὶ γάλα καὶ ὄξος καὶ ὕδωρ, ταῦτα ἐγχέας ἐς χυτρίδα χλιαίνειν, καὶ ὀριγάνου κλωνίοισι τῆς κεφαλοεδέος ταράσσειν· ἐπειδὰν δὲ χλιαρὸν ᾖ, δοῦναι πιεῖν, ἢ λαβόμενος τῆς γλώσσης, ἐγχέειν ἡσυχῆ διὰ σύριγγος εἶτα κελεύειν συνειληθέντα ἡσυχίην ἔχειν· ἔπειτα ἢν ἔμετος ἐπέλθῃ αὐτῷ, ἐμέειν προθύμως· ἢν δὲ μὴ ἐπέλθῃ, καταματτευόμενος πτερῷ ἐμεέτω, καὶ ἤν τι φλέγματος ἐμέσῃ, ἐπὶ πέντε ἡμέρας τὸ αὐτὸ ποιεέτω ῥᾴων γὰρ ἔσται οὕτω ποιῶν. Πινέτω δὲ τοῦτο γυμνασάμενος, ἢν οἷός τε ᾖ, καὶ λουσάμενος πολλῷ θερμῷ· ἢν δὲ μὴ, ἀλλὰ λουσάμενος. Ὁκόταν δὲ αἱ πέντε ἡμέραι παρέλθωσιν, πρώϊος νῆστις πινέτω ἐν μελικρήτῳ ἢ οἰνομέλιτι ὀπὸν σιλφίου ὁκόσον ὄροβον, καὶ σκόροδον τρωγέτω καὶ ῥαφανῖδας νῆστις, καὶ ἄκρητον οἶνον ἐπιῤῥοφανέτω μέλανα ἢ λευκὸν αὐστηρόν· πινέτω δὲ καὶ ἐπὶ σίτῳ καὶ μετὰ τὸ σῖτον· σιτίοισι δὲ ξηροῖσι καὶ κρέασιν ὀνείοισιν ἢ κυνείοισι χρεέσθω ἑφθοῖσιν, ἢν τὸ ῥῖγος καὶ ὁ πυρετὸς μὴ ἐπιλαμβάνῃ. Οὗτος ἢν μὲν ἀπὸ τοῦ τοιοῦδε ἐγχύματος καθαίρηταί τι· ἢν δὲ μὴ, ἄνω αὐτὸν καθαίρειν ἐλλεβόρῳ· μετὰ δὲ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ διδόναι δύο τρυβλία ἐκροφέειν μέλι παραχέας· οἶνον δὲ τὸν αὐτὸν πινέτω ὑδαρέα. Ἢν δὲ μὴ κατ’ ἀρχὰς παραγένῃ τῇ νούσῳ, παχύνας αὐτὸν γάλακτι, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· οὕτω γὰρι ἂν μάλιστα τῆς νούσου ἀπαλλαγείη. Ἢν δὲ μὴ καυθῇ, ξυμπαραμένει καὶ οὐ μάλα ἐκλείπει, ἀλλ’ ἕως γήρους προσέχει· πολλάκις δὲ καὶ συναποθνήσκει, ἢν μὴ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι τεσσαράκοντα ἀποθάνῃ· ἀλλὰ χρεία πολλῆς ὅτι μάλιστα μελεδώνης, καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην πινέτω βοὸς καὶ αἰγὸς καὶ ὀνείου καὶ ἱππείου· οὕτω γὰρ ἂν ῥήϊστα διάγοι· ἡ δὲ νοῦσος χαλεπή.