3. Πλευμονὶς δὲ γίνεται ἀπὸ τῶνδε μάλιστα· ὁκόταν ὁ πλεύμων αἷμα ἑλκύσας ἐφ’ ἑωυτὸν ἢ φλέγμα ἁλμυρὸν μὴ ἀφῇ πάλιν, ἀλλ’ αὐτοῦ ξυστραφῇ καὶ ξυμπαγῇ, ὑπὸ τουτέων φύματα φιλέει γίνεσθαι ἐν τῷ πλεύμονι καὶ ἐμπυοῦσθαι. Οὗτος τάδε πάσχει κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· βὴξ ὀξείη ξηρὴ ἴσχει, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀδύνη ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ ἔγκειται, ἐνίοτε δὲ καὶ ἐν τῷ πλευρῷ· καὶ ὀρθοπνοίη σφοδρὴ ἐμπίπτει. Οὑτος μέχρι μὲν τεσσαρεσκαίδεκα ἡμερέων τοιαῦτα πάσχων διατελέει, πολλάκις δὲ καὶ πλείονας, ἔπειτα ῥήγνυται πῦα, καὶ ἀποπτύει πολλόν· πολλάκις δὲ ἀποπτύει καὶ οἷον ἀραχνίων χιτῶνας, πολλάκις δὲ καὶ ὕφαιμον. Κἢν μὲν ἀποκαθαρθῇ καὶ ἀπισχνωθῇ ἐν τάχει ὁ πλεύμων, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ προσέχῃ, ἡ νοῦσος ἐπ’ ἐνιαυτὸν παρατείνει, καὶ μεταβάλλει ἄλλοτε ἀλλοῖα πάσχων. Τούτῳ χρὴ κατ’ ἀρχὰς μὲν, πρὶν ἢ τὰ πῦα ῥαγῆναι, προσφέρειν τάδε· ὁκόταν ἀνῇ ὁ πυρετὸς, λούειν πολλῷ θερμῷ, καὶ ῥοφήμασι πολλοῖς χρέεσθαι· πτισάνης χυλῷ καθέφθω μέλι παραχέας, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω, καὶ οἶνον πινέτω γλυκὺν λευκὸν, ἢ μελίκρητον ἑφθόν. Ὁκόταν. δ’ ἅπαξ ἄρξηται πῦα ἀποπτύειν, πινέτω τὰ αὐτὰ, ἃ καὶ ὁ πρόσθεν ἔμπυος, καὶ σιτίοισι καὶ ποτοῖσι καὶ ὄψοισι τοῖς αὐτοῖσι χρεέσθω, ἀπεχόμενος ὀξέων καὶ δριμέων καὶ ἁλυκῶν καὶ λιπαρῶν καὶ λαγνείης καὶ θωρηξίων, ἢν μὴ τῇ νούσῳ πρόσφορον ᾖ· ἐς χρῶμα δὲ ὁρέων μελετᾷν, ὁκοίων δή τινων δοκέει, σοι δεῖσθαι· τὰ δ’ ἄλλα τὰ αὐτὰ ποιεέτω· πινέτω δὲ καὶ γάλα βοὸς καὶ αἰγὸς τὴν ὥρην· πρόσθεν δὲ ὑποκαθηράσθω γάλακτι ὀνείῳ ἐφθῷ· πινέτω δὲ καὶ τὸ ἵππειον γάλα σεσσμένον ἑκάστης ἡμέρης ἕωθεν τρικότυλον κύλικα, ἢν ᾖ δυνατός. Ἢν μὲν οὖν οὕτω μελετώμενος ῥηΐσῃ, καὶ μὴ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, αὐτὸς ἑωυτὸν θεραπευέτω ἡσυχίην ἔχων τῷ σώματι ὡς μάλιστα καὶ τὰ ξύμφορα προσφέρων ἑωυτῷ. Ἢν δὲ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, ὅπη ἄν σοι δοκέῃ ἀποσημαίνειν μάλιστα, ταύτῃ ταμὼν ἢ καύσας, ἀφιέναι τοῦ πύου ὀλίγον τὸ πρῶτον· τὰ δ’ ἄλλα ποιέειν τὰ αὐτὰ, ἃ καὶ ἐπὶ τοῦ πρόσθεν ἐμπύου γενομένου γεγράφαται. 4. Ἢν ἐν πλεύμονι κιρσὸς ἐγγένηται, βὴξ ξηρὴ ἐπιλαμβάνει; καὶ ῥῖγος, καὶ πυρετὸς, κατ’ ἀρχὰς μὲν τῆς νούσου πάνυ σφόδρα· ἔχει δὲ καὶ ὀρθοπνοίη, καὶ ἐν τῇ κεφαλῇ ἡ ὀδύνη ἐνέστηκε, καὶ αἱ ὀφρύες δοκέουσιν ἐπικρέμασθαι, καὶ οἴδημα κατέρχεται ἐς τὸ πρόσωπον καὶ ἐς τὰ στήθεα καὶ ἐς τοὺς πόδας· πολλάκις δὲ καὶ ἐς τὴν κεφαλὴν ἐρείδει, καὶ ὑπὸ τῆς ὀδύνης, ὅταν ὁ πόνος ἔχῃ, οὐ δύναται ἀνορῇν· τὸ δὲ σῶμα ὕπωχρον, καὶ αἱ φλέβες δι’ αὐτοῦ διατείνουσιν ἢ φλόγιαι ἢ μέλαιναι. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ ὁ πόνος μάλιστα πιέζῃ, πρῶτον μὲν αἷμα ἀφαιρέειν· ἔπειτα λούειν πολλῷ καὶ θερμῷ, καὶ ὁκόταν δίψα ἔχῃ, πίενειν διδόναι κυκεῶνα ἐν οἴνῳ μέλανι αὐστηρῷ, ὡς ἡδίστῳ, ἴσον ἴσῳ κεράσας· ψυχρὸν δὲ χρὴ μάλιστα πίνειν· ῥοφήμασι χρέεσθαι πτισάνης χυλῷ καθέφθῳ, μέλι χρηστὸν παραχέας. Ταῦτα χρὴ προσφέρειν ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων τῇσι τεσσαρεσκαίδεκα. Ἢν δὲ ἐπὶ πλεῖον ἡ νοῦσος ἔχῃ, ὅ τε πόνος πλείων ᾖ ἐν τῷ σώματι. καὶ ἀδυναμίη ἐνῇ, τούτῳ δὴ οὕτως ἔχοντι ταὐτὰ προσφέρειν, ἃ καὶ ἐν τῷ πυοῤῥοοῦντι τὸν πλεύμονα, ὁκόταν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ ταλαιπωρίης καὶ χολῆς μελαίνης.