29. Ἡπατῖτις ἄλλη· τὰ μὲν ἄλλα πλῆθος τὰ αὐτὰ πάσχει τοῖσι πρόσθεν· ἡ δὲ χροιὴ μέλαινα· τοῦ δὲ ἥπατος ἡ χολὴ φλέγματος καὶ αἵματος πλησθεῖσα, ὡς λογιζόμεθα, διαῤῥήγνυται, καὶ ὁκόταν διαῤῥηχθῇ, τάχιστα μαίνεται, καὶ ἀγανακτεῖ, καὶ διαλέγεται ἀσύνετα, καὶ ὑλακτέει ὡς κύων, καὶ οἱ ὄνυχες φοινίκεοί εἰσι, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐ δύναται ὁρῇν, καὶ τρίχες αἱ ἐν τῇ κεφαλῇ ὀρθαὶ ἵστανται, καὶ πυρετὸς ὀξὺς ἐπιλαμβάνει. Τούτῳ χρὴ προσφέρειν τὰ αὐτὰ ἃ καὶ τοῖσι πρόσθεν· οἱ δὲ πολλοὶ ἀποθνήσκουσιν ἐν τῇσιν ἕνδεκα ἡμέρῃσι· παῦροι δὲ διαφυγγάνουσιν. 30. Σπληνὸς νοῦσος πρώτη· γίνεται δὲ ἡ τοιαύτη νοῦσος διὰ θερμασίην τοῦ ἡλίου χολῆς κινηθείσης, ὁκόταν ἑλκύσῃ ἐφ’ ἑωυτὸν χολὴν ὁ σπλήν. Τάδε οὖν πάσχει· πυρετὸς ὀξὺς ἐπιγίνεται κατ’ ἀρχάς· προϊούσης δὲ τῆς νούσου ἀφίησι, πλὴν κατ’ αὐτὸν τὸν σπλῆνα· ταύτῃ δὲ αἰεὶ θέρμη ἔχει· καὶ ὀδύνη ἄλλοτε καὶ ἄλλοτε ἐμπίπτει ὀξείη καὶ ἐς τὴν λαπάρην καὶ ἐς τὴν κοιλίην· τὰ δὲ σιτία κατ’ ἀρχὰς προσίεται μὲν, διαχωρεει δὲ οὐ μάλα, προϊούσης δὲ τῆς νούσου, ἥ τε χροιὴ ὠχρὴ γίνεται, καὶ ὀδύνη ἰσχυρὴ ἐμπίπτει, καὶ αἱ κληἴδες λεπτύνονται, καὶ τὰ σιτία οὐχ ἁμαλῶς προσίεται ὥσπερ κατ’ ἀρχὰς, καὶ ἀπὸ ὀλίγου πίμπλαται· ὁ δὲ σπλὴν ἄλλοτε μέγας τῆς αὐτῆς ἡμέρης, ἄλλοτε ἐλάσσων γίνεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι ἐλλέβορον, κάτω δ’ ὑποκαθῆραι τῷ κνιδίῳ κόκκῳ· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ὀξυτέρης, καὶ τευτλίων τρυβλίον λιπαρῶν, ἄλφιτα παραπάσας· τῇ δ’ ὑστεραίῃ καὶ τῇ τρίτῃ ἄρτον μικρὸν δοῦναι· ὄψῳ δὲ φακῇ χρεέσθω, καὶ ὑὸς κρέας ἐν τῇ φακῇ ἑφθὸν τετριμμένον· οἶνον δὲ πινέτω αὐστηρὸν, μέλανα, ἀκρητέστερον κατ’ ὀλίγον, καὶ ἡσυχίην ἐχέτω τᾳύτας τὰς ἡμέρας, πλὴν ἔνδον ὀλίγα περιπατεέτω ἐν σκιῇ. Τὸν δὲ λοιπὸν χρόνον τάδε χρὴ προσφέρεσθαι· σιτίον μὲν ἄρτον αὐτοπυρίτην, ὄψον δὲ ἐχέτω χρέας κυνὸς μέζονος ἢ αἰγὸς ἢ οἰὸς τετριμμένον, καὶ τάριχος Γαδειρικὸν ἦ σαπέρδην, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα προσφερέσθω καὶ τὰ στρυφνά· πινέτω δὲ οἶνον Κῷον ὑπόστρυφνον ὡς μελάντατον· τῶν δὲ γλυκέων καὶ λιπαρῶν ἀπεχέσθω καὶ κνισωδέων, καὶ σίλφιον μὴ προσφερέσθω, μηδὲ σκόροδα, μηδὲ κρέας χοίρειον, μηδὲ κεστρέα μηδὲ ταρίχηρον μηδὲ νεαρὸν, μήτε ἔγχελυν, μήτε λάχανον μηδὲν ἑφθὸν ἄνευ ὄξεος· τρωξίμων δὲ, ῥαφανῖδι χρεέσθω καὶ σελίνῳ, ἐς ὄξος βάπτων, καὶ οἴνῳ ἄλφιτα φυρῶν ἐσθιέτω, καὶ τοῦ οἴνου ῥοφεέτω ἄκρητον· ἢν δὲ βούληται, καὶ τὸν ἄρτον ἐς τὸν οἶνον ἐνθρυπτόμενος ἐσθιέτω θερμόν· διδόναι δὲ καὶ ἰχθύων σκορπίον, δράκοντα, κόκκυγα, κωβιὸν, καλλιώνυμον, τούτους ἑφθοὺς καὶ ψυχροὺς διδόναι. Διδόναι δὲ καὶ ἃ μέλλει τὸν σπλῆνα λεπτύνειν ἑκάστης ἡμέρης, ἀοφοδέλου τοῦ καρποῦ, ἢ ἰξοῦ τὰ φύλλα, ἢ αἰγόκερας, ἢ ἄγνου καρπὸν, ἢ πήγανον, ἢ διδυμαίου ῥίζην· τούτων τρίβων ὅ τι ἂν βούλῃ, διδόυαι ἐν οἴνου κοτύλῃ αὐστηροῦ νήστει. Ἢν δὲ δυνατὸς ᾖ, ἀναγκάζειν αὐτὸν πρίειν ξύλα τριήκοντα ἡμέρας, καὶ ἀπ’ ἄκρων τῶν ὤμων παλαιέτω, καὶ περιπατεέτω δι’ ἡμέρης, καὶ ὄψιος εὑδέτω, πρώϊος δὲ ἐγειρέσθω, καὶ εὐωχεέσθω ἃ προείρηται. Ἢν δὲ μὴ ὑπὸ τούτων ῥηΐσῃ, καῦσαι τὸν σπλῆνα μύκησι δέκα ἐσχάρας μεγάλας, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ ἐξηρμένος μάλιστα· ἢν γὰρ τύχῃς καύσας ὡς δεῖ, ὑγιέα ποιήσεις, πλὴν οὐκ ἐν τάχει. Ἡ δὲ νοῦσος δέεται θεραπηΐης· χαλεπὴ γὰρ καὶ χρόνιος, ἢν μὴ παραχρῆμα μελετηθῇ.