27. Νοῦσος ἡπατῖτις· ἡ δὲ νοῦσος γίνεται ἀπὸ χολῆς μελαίνης, ὁκόταν ἐπιῤῥυῇ ἐς τὸ ἧπαρ· προσπίπτει δὲ μάλιστα μετοπώρου, ἐν τῇσι μεταβολῇσι τοῦ ἐνιαυτοῦ. Τάδε οὖν πάσχει· ἐς τὸ ἧπαρ ὀδύνη ὀξείη ἐμπίπτει αὐτῷ, καὶ ὑπὸ τὰς νεάτας πλευρὰς καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ὑπὸ τὸν τιτθὸν, καὶ πνὶξ ἔχει ἰσχυρὴ, καὶ ἐνίοτε ἀπεμέει πελιδνὴν χολὴν, καὶ ῥῖγος, καὶ πυρετὸς τὰς πρώτας ἡμέρας σφόδρα, ἔπειτα μέντοι βληχρότερος ἔχει, καὶ ψαυόμενος ἀλγέει τὸ ἧπαρ, καὶ ἡ χροιὴ ὑποπέλιδνος αὐτέου, καὶ τὰ σιτία ἃ πρόσθεν ἐβεβρώκει πνίγει αὐτὸν προσπίπτοντα καὶ καίει καὶ στρέφει τὴν κοιλίην. Ταῦτα μὲν πάσχει κατ’ ἀρχάς· τῆς δὲ νούσου προϊούσης οἵ τε πυρετοὶ ἀφιᾶσι καὶ ἐπ’ ὀλίγων σιτίων πίμπλαται, ἐν δὲ τῷ ἥπατι ἡ ὀδύνη μούνη λείπεται, καὶ αὐτὴ ποτὲ μὲν ἰσχυρὴ, ποτὲ δὲ ἥσσων διαπαύουσα· ἐνίοτε δὲ ὀξείη λαμβάνει, καὶ πολλάκις ἐξαπίνης ἀφῆκε τὴν ψυχήν. Τούτῳ ξυμφέρει, ὁκόταν μὲν ἡ ὀδύνη ἔχῃ, τά τε ἄλλα καὶ μὴν καὶ τὰ χλιάσματα προστιθέναι ταὐτὰ, ἂ καὶ τῇ πλευρίτιδι· ὁκόταν δὲ ἀνῇ ὁ πόνος, λούειν αὐτὸν πολλῷ καὶ θερμῷ, μελίκρητόν τε διδόναι πίνειν καὶ οἶνον λευκὸν γλυκὺν αὐστηρὸν, ὁκότερον ἂν ξυμφέρῃ, καὶ ῥοφήματα ταὐτὰ, ἃ καὶ τῷ ὑπὸ πλευρίτιδος ἑαλωκότι. Ὑπὲρ δὲ τῆς ὀδύνης τάδε χρὴ διδόναι πίνειν· ἀλεκτορίδος ὠοῦ ἑφθοῦ τὸ ὠχρὸν τρίψας, παραχέας στρύχνου χυλοῦ ἡμικοτύλιον καὶ μελίκρητον ἐν ὕδατι πεποιημένον, ἥμισυ ἡμικοτύλιον, τούτοισι διεὶς διδόναι πίνειν, καὶ παύσει τὴν ὀδύνην· διδόναι δὲ καὶ ἑκάστης ἡμέρης, ἕως ἂν ἡ ὀδύνη παύσηται· πινέτω δὲ καὶ σιλφίου ὀπὸν ὁκόσον ὄροβον, καὶ ὀρίγανον τρίβων διεῖναι οἴνῳ λευκῷ, καὶ οὕτω πίνειν νῆστις· ἐπιπινέτω δὲ καὶ τὰ ἐν τῇ πλευρίτιδι διδόμενα φάρμακα, εἵνεκα τῆς ὀδύνης· πινέτω δὲ καὶ γάλα αἰγὸς, τρίτον μέρος μέλιτος παραμίσγων, τοῦ δὲ γάλακτος ἔστωσαν τέσσερες κοτύλαι· τοῦτο ἕωθεν πινέτω ὁκόταν τἄλλα μὴ πίνῃ. Σιτίων δὲ ἀπεχέσθω, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ μάλιστα ἐν ἑπτὰ ἡμέρῃσι, ταύτῃσι γὰρ δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Ἢν δὲ καὶ πνίγμα προσίστηται, τάδε χρὴ διδόναι, ὅκως ἂν ἀπεμέσῃ· μέλι, καὶ ὕδωρ, ὄξος, ἅλας, ταῦτα μίξας ἐγχέαι ἐς χυτρίδιον καινόν· εἶτα χλιαίνειν, καὶ ταράσσειν ὀριγάνου κλωνίοισι τῆς κεφαλοειδέος ξὺν τῷ καρπῷ· ὁκόταν δὲ χλιανθῇ, ἐκπιεῖν δοῦναι χλιερόν· εἶτα περιβαλὼν ἱμάτια ἐᾷν, περιστείλας ὅκως ἂν ἱδρῷ μάλιστα, καὶ ὁκόταν ἔμετος αὐτὸν ἔχῃ, ἐμεέτω προθύμως καταματτευόμενος πτερῷ· ἢν δὲ μὴ δύνηται ἐμέσαι, ἐπιπιὼν μελικρήτου χλιαροῦ κύλικα δικότυλον, οὕτως ἐμεέτω· καὶ ἤν τι ἀπεμέσῃ χολῆς ἢ φλέγματος, αὖθις τὸ αὐτὸ χρὴ ποιέειν ἐπὶ τέσσαρας ὥρας· ὠφελήσει γάρ. Μετὰ δὲ τῆς νούσου τὴν κρίσιν μελετῇν, σιτία ὀλίγα διδοὺς καθαρά· κἢν μὲν ἄρτον φιλέῃ ἐσθίειν, ἄρτον θερμὸν ὡς μάλιστα καθαρὸν ἐσθιέτω· ἢν δὲ μάζην, ἄτριπτον ἐσθιέτω, πρότερον προφυρήσας· ὄψον δὲ ἐχέτω κρέα σκυλακίου ἑφθὰ ἢ πελειάδος ἢ ἀλεκτορίδος νεοσσοῦ, ἑφθοῖσι πᾶσιν· ἰχθύων δὲ γαλεῷ, νάρκῃ, τρυγόνι’ τε καὶ βατίσι τῇσι μικρῇσι, πᾶσιν ἑφθοῖσι· λουέσθω δὲ καὶ ἡμέρης ἑκάστης, καὶ τὸ ψῦχος φυλασσέσθω, καὶ περιπατεέτω ὀλίγα τέως ἐν ἀσφαλείῃ. Ταῦτα δὴ ἢν φυλάσσηται, οὐχ ὑποτροπιάσαι τὴν νοῦσον δέος πάλιν· καὶ γὰρ ἡ τοιαύτη νοῦσος χαλεπή ἐστι καὶ χρονίη. 28. Ἄλλη, ἡπατῖτις· αἱ μὲν ὀδύναι πιέζουσι κατὰ τὰ αὐτὰ ἐς τὸ ἡπαρ, καὶ ἡ χροιὴ διαφέρει τῆς πρόσθεν, σιδιοειδὴς γάρ ἐστιν. Ἐν δὲ τῷ καιρῷ τοῦ θέρεος μάλιστα ἐμπίπτει γίνεται δὲ ἀπὸ κρεηφαγίης βοείων κρεῶν καὶ ἐξ οἰνοφλυγίης· ταῦτα γὰρ πάντα. πολεμιώτατα ταύτην τὴν ὥρην τῷ ἥπατι, καὶ χολὴν μάλιστα προσίστησι πρὸς τὸ ἧπαρ. Τάδε οὖν πάσχει· ὀδύναι ὀξεῖαι ἐπιπίπτουσι, καὶ οὐκ, ἐκλείπουσιν οὐδεμίην, ὥρην, ἀλλ’ αἰεὶ μᾶλλον πιέζουσιν· ἔστι δ’ ὅτε καὶ ἐμέει χολὴν ὠχρὴν, καὶ ὁκόταν ἐμέσῃ, ἐπ’ ὀλίγον δοκέει ῥᾴων εἶναι· ἢν δὲ μὴ ἀπεμέσῃ, ἐς τοὺς ὀφθαλμοὺς ἡ χολὴ καθίσταται, καὶ ὠχροὶ γίνονται σφόδρα, καὶ οἱ πόδες οἰδέουσι. Ταῦτα πάσχει ποτὲ μὲν σφόδρα, ποτὲ δὲ ἧσσον· ὁκόταν δὲ αἱ ἡμέραι παρέλθωσιν ἐν ᾗσι κρίνεται τὸ νούσημα, ὅ τε πόνος ἐλάσσων ἔχῃ, ἀναμάρτητον διαιτῆσθαι χρὴ τοιαύτῃ διαίτῃ, ᾗ καὶ πρόσθεν· ἢν γὰρ μεθυσθῇ παρὰ καιρὸν ἢ λαγνεύσῃ ἢ ἄλλο τι ποιήσῃ μὴ ἐπιτήδειον, τὸ ἧπαρ παρᾳχρῆμα γίνεται σκληρὸν αὐτέῳ, καὶ οἰδέει, καὶ σφύζει ὑπὸ τῆς ὀδύνης, καὶ ἤν τι σπεύσῃ, πονέει ἐξαπίνης τὸ ἧπαρ καὶ τὸ σῶμα ἅπαν. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ αἱ πρῶται ἡμέραι παρέλθωσι, πυριῆσαι, εἶτα ὑποκαθῆραι τῷ σκαμμωνίῳ· ἢν δὲ ἡ κοελίη ξυγκεκαυμένη ᾖ, κλύσαι ἐν τοῖσιν αὐτοῖσιν, οἷσι καὶ τοὺς πρόσθεν, ὅ τι ἄξει καλῶς· καὶ μετὰ τὸν κλυσμὸν ὀνείῳ γάλακτι ἑφθῷ ὑποκαθῆραι ὀκτὼ κοτύλῃσι, μέλι δὲ παραχέων διδόναι πίνειν· διδόναι δὲ καὶ τὸ αἴγειον γάλα, τρίτον μέρος μελικρήτου παραμίσγων, τὸ ἑωθινὸν, τετρακότυλον κύλικα· διδόναι δὲ καὶ ἑφθοῦ τοῦ αἰγείου δύο κοτύλας, τρίτον μελικρήτου παρακμίσγων, ἢ αὐτὸ μοῦνον μέλι παραχέων· διδόναι δὲ καὶ τὸ ἵππειον γάλα τὸν αὐτὸν τρόπον τῷ ὀνείῳ. Κἢν μὲν ὑπὸ τούτων μελετωμένη ἡ νοῦσος ἐξέλθῃ, ἅλις· ἢν δὲ μὴ, τάμνειν τοῦ δεξιοῦ ἀγκῶνος τὴν εἴσω φλέβα καὶ ἀφιέναι τοῦ αἵματος· ἢν δέ σοι μὴ δοκέῃ ὀνείῳ γάλακτι ὑποκαθῆραι, βοείου γάλακτος ὠμοῦ διδόναι δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων, ἑκάστης ἡμέρης ἐπὶ ἡμέρας δέκα· εἶτα ἄλλας δέκα, ἕκτον μέρος τοῦ μελικρήτου παραχέων, πίνειν διδόναι· τὸ δὲ γάλα αὐτὸ τὸ λοιπὸν διδόναι, ἕως ἂν ἀναπιανθῇ, δύο κοτύλας. Ἢν δὲ μηδὲ οὕτω παύηται, καῦσαι χρὴ, ὁκόταν μέγιστον τὸ ἧπαρ γένηται καὶ ἐξεστήκῃ μάλιστα· καῦσαι δὲ ἐν πυξίνοισιν ἀτράκτοισι, βάπτων ἐς ἔλαιον ζέον, προστιθέναι δὲ ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν καὶ κέκαυσται, ἢ μύκησιν ὀκτὼ ἐσχάρας καῦσαι· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις, καὶ τὸν λοιπὸν χρόνον ῥᾷον διάξει· ἢν δὲ μὴ τύχῃ καυθεὶς, ὑπὸ τῶν ἄλλων λοιπὸν ὑγιὴς μὴ γενόμενος, φθειρόμενος ἀποθνήσκει.