25. Ὕδερος ἀπὸ τοῦ σπληνός· ὁ δὲ ὕδερος ὁ ἀπὸ τοῦ σπληνὸς γίνεται ἀπὸ τῆσδε τῆς προφάσιος μάλιστα, ὁκόταν ὀπώρη ᾖ καὶ αὐτὸς φάγῃ πολλὴν σύκων χλωρῶν καὶ μήλων· πολλοὶ δὲ ἤδη καὶ ἀπὸ τροφῆς βοτρύων πολλῶν καὶ πολλοῦ γλεύκους τὴν νοῦσον ἔλαβον. Ἢν μὲν οὖν μέλλῃ ἐς τὸ νούσημα ἐμπεσεῖσθαι, παραχρῆμα ἐν τοῖσι πόνοισίν ἐστιν· ὀδύναι τε γὰρ ὀξεῖαι ἐν τῷ σπληνὶ καθιστᾶσι, μεταπίπτουσι δὲ καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὸν λαγόνα, καὶ πυρετοὶ ἔχουσιν ἰσχυροὶ, καὶ ἢν φάγῃ τι, ἡ γαστὴρ πίμπλαται, καὶ ὁ σπλὴν ἀείρεται καὶ ὀδύνην παρέχει. Τούτῳ ἢν χρονίσῃ τὸ νούσημα, τὸν μὲν ἄλλον χρόνον ἧσσον πονέει· ὁκόταν δὲ ὀπώρη ᾖ καὶ φάγῃ αὐτῆς, τότε πονέει μάλιστα. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, κατ’ ἀρχὰς μελετῇν, ἄνω μὲν ἐλλέβορον διδοὺς, κάτω δὲ κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον· διδόναι δὲ καὶ γάλα ὄνειον ὀκτὼ κοτύλας μέλι παραχέων. Κἢν μὲν ἀπὸ τουτέων καθίστηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ οἰδέῃ μάλιστα, καῦσαι μύκησι, τὰς κεφαλὰς ἀπολαβὼν, ἢ σιδηρίοισι, μετὰ φυλακῆς πολλῆς καὶ τηρήσιος, ὅκως μὴ πέρην διακαύσῃς. Ταῦτα δὲ κατ’ ἀρχὰς ποιέειν τοῦ νοσήματος, καὶ δίαιταν τήνδε προσφερέσθω, πυρετοῦ μὴ ἔχοντος· ἄρτῳ μὲν χρεέσθω πυρίνῳ ὀπτῷ ἢ τῶν σκληρῶν πυρῶν διπυρίτῃ· ὄψον δὲ ἐχέτω τάριχος Γαδειρικὸν ἢ σαπέρδην, καὶ κρέας τετριμμένον οἰὸς, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα ἐσθιέτω, καὶ πινέτω οἶνον αὐστηρὸν Κῷον ὡς μελάντατον· τῶν δὲ γλυκέων ἀπεχέσθω· ἢν δὲ ἐξανίστηται καὶ δυνατὸς ᾖ, παλαιέτω ἀπ’ ἄκρων τῶν ὤμων, καὶ ταλαιπωρεέτω περιόδοισι πολλῇσι δι’ ἡμέρης, καὶ εὐωχεέσθω ἅπερ εἴρηται μάλιστα. Ἢν δὲ ὕδερος ἐπιγένηται, ἰῆσθαι κατὰ ταὐτὰ καὶ τοῖσιν αὐτοῖσι καθάπερ τοὺς πρόσθεν. 26. Καθολικὸς ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· θέρεος ὥρην, ἢν ὁδοιπορέων ὁδὸν μακαρὴν ἐπιτύχῃ ὀμβρίῳ ὕδατικαὶ στασίμῳ καὶ πίῃ αὐτοῦ ἐπισπάδην πολλὸν, καὶ αἱ σάρκες ἀναπίωσι καὶ ἐνίσχωσιν ἐν ἑωυτῇσι τὸ ὕδωρ, ὑποχώρησις δὲ μὴ γένηται μηδαμῆ. Τάδε οὖν πάσχει· ἢν μὲν ᾖ ἐν τῇ σαρκὶ, καῦμα παρέχει ἔν τε τῇ κοιλίῃ καὶ ἐν τῷ σώματι, ὥστε τὸ στέαρ τὸ ἐπεὸν τῇ κοιλίῃ τήκεται. Οὗτος τέως μὲν ἂν βάδίζῃ, οὐδὲν δοκέει κακὸν ἔχειν· ὁκόταν δὲ παύσηται βαδίζων καὶ ὁ ἥλιος δύνῃ, παραχρῆμα τὸν πόνον ἔχει πουλύν. Προϊούσης δὲ τῆς νούσου λεπτύνεται σφόδρα· ἢν δὲ καὶ ἀσιτίη ἐπιγένηται, πολλῷ πλέον λεπτύνεται· ἢν δὲ τὰ σιτία μὲν ἐσθίειν μὴ δύνηται, ταλαιπωρέειν δὲ ἀδύνατος ᾖ, καὶ ἐπὶ πλέον σίνεται. Τοῖσι πολλοῖσι τοιουτέων καὶ οἴδημα καθίσταται ἐς ὅλον τὸ σῶμα, καὶ τῷ μὲν λεπτῷ ἡ χροιὴ πελίη γίνεται, καὶ ἡ γαστὴρ μεγάλη, καὶ δίψα ἔχει ἰσχυρή· τὰ γὰρ σπλάγχνα αὐτέου ξηραίνεται ὑπὸ τῆς θέρμης· τοῦ δὲ χρόνου προϊόντος, οὗτος μὲν πρόθυμος ἐσθίειν ἐστὶν ὅπερ ἄν τις διδῷ, καὶ πίνειν, καὶ ἀλγέει οὐδέν· ἢν δὲ τὸ οἴδημα κατέχῃ, ἡ χροιὴ γίνεται τουτέῳ ὠχρὴ, καὶ διὰ τοῦ σώματος φλέβες διατέτανται μέλαιναι πυκναί· θυμαίνει δὲ καὶ λυπέεται ἐπὶ παντὶ, οὐδενὸς νεωτέρου ἐόντος· ἡ δὲ γαστὴρ δίϋδρος καὶ μεγάλη ὥσπερ λαμπτὴρ, καὶ τοῦ χρόνου προϊόντος τὰ σιτία οὐ προσίεται, ἀλλὰ δοκέει αὐτὰ ὄζειν σικύου ἀγρίου ὑπὸ τῆς βδελυρίης. Τούτῳ, ὁκόταν οὕτως ἔχῃ, διδόναι τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω τὸν ὀπὸν ἢ τὸν κνίδιον κόκκον· ταῦτα δὲ τὰ φάρμακα οὕτω διδόναι χρή· τὸν μὲν κνέωρον δι’ ἕκτης ἡμέρης,. τὸν δὲ τοῦ ἱππόφεω ὀπὸν δι’ ὀγδόης, τὸν δὲ κνίδιον κόκκον διὰ δεκάτης ἡμέρης· διδόναι δὲ χρὴ ταῦτα, ἕως ἂν ἐκκαθαρθῇ καὶ λαπαρὸς γένηται· τὰς δὲ μεταξὺ τῶν ἡμερέων εὐωχέειν τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν. Μάλιστα δὲ τοῦ ὕδατος τοῦ αὐτοῦ πίνειν διδόναι, ὑπ’ ὅτευ καὶ τὸ νούσημα ἐλαβεν, ὡς πλεῖστον, ὅκως ἀναταράξει αὐτέου τὴν κοιλίην καὶ ὑποχωρήσει σφόδρα· οὕτω γὰρ μάλιστα ὑγιέα ποιήσεις. Ἢν δέ σοι δοκέῃ, καὶ κλύζειν θαμινὰ, τοῦ κνεώρου τρίψας ἥμισυ πόσιος, μέλιτος παραμίξας τρίτον μέρος κοτύλης, καὶ τευτλίου τέσσαρας κοτύλας, διεῖναι, εἶθ’ οὕτω κλύζειν· καὶ ὀνείου γάλακτος ἑφθοῦ τῇ ὑστεραίῃ δοῦναι ὀκτὼ κοτύλας, μέλι παραχέων ἢ ἅλας παραβαλὼν, πίνειν· καὶ μετὰ τὴν κάθαρσιν τοῖσιν αὐτοῖσι χρεέσθω οἷσι καὶ ὁ πρόσθεν· καὶ τὰς μεταξὺ τῶν ἡμερέων σιτίοισι καὶ ποτοῖσι τοῖσιν αὐτοῖσι χρεέσθω καὶ τοῖσι περιπάτοισιν ὁμοίως. Οὗτος οὕτω θεραπευόμενος ἐν τάχει τῆς νούσου ἀπαλλαγήσεται τρίμηνος ἢ ἑξάμηνος· ἢν δὲ ἀμελείη τις ἐγγένηται καὶ μὴ παραχρῆμα μελετηθῇ, ἐν τάχει ἀποθνήσκει. Καὶ τὸν καταλεπτυνόμενον τοῖσιν αὐτοῖσι χρῆσθαι πρὸς ἴησιν· προϋγρῆναι δὲ χρὴ πρότερον αὐτοῦ τὸ σῶμα πυριήσαντα, ὅκως ἂν μᾶλλον τῷ φαρμάκῳ ὑπακούῃ. Ἀλλὰ χρὴ παραχρῆμα μελετῇν· ἢν δὲ μὴ, τοῖσι πολλοῖσι ξυγγηράσκει ή νοῦσος. Κλύζειν δὲ χρὴ καὶ τοισίδε, ὁκοτέρην ἂν βούλῃ τῶν νούσων· οἴνου λευκοῦ δύο κοτύλας λαβὼν καὶ μέλιτος ἡμικοτύλιον, καὶ ἐλαίου ἡμικοτύλιον, νίτρου τεταρτημόριον Αἰγυπτίου ὀπτοῦ. σικύου ἀγρίου τῶν φύλλων κόψας καὶ ἐκπιέσας τοῦ χυλοῦ κυλοῦ κοτύλην, ταῦτα μίξας πάντα, ἔς τι χυτρίδιον ἐγχέαι, κἄπειτα ζέσας οὕτω κλύζειν.