23. Ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· ὁκόταν θέρεος ὥρῃ διψήσας ὕδωρ πουλὺ πίῃ ἐπισπάδην, ἐκ τοῦδε γίνεσθαι φιλέει μάλιστα· ὁ γὰρ πλεύμων πλησθεὶς ἀφίησιν αὖθις ἐς τὰ στήθεα, καὶ ὁκόταν ἐν τοῖσι στήθεσι γένηται, καῦμα παρέχει σφόδρα ὥστε τήκειν τὴν πιμελὴν, τὴν ἐπὶ τῇσιν ἀρτηρίῃσιν ἐνεοῦσαν, καὶ ἢν ἅπαξ ἄρξηται τήκεσθαι τὸ στέαρ πουλὺ πλέον, ἐν ὀλίγῳ χρόνῳ τὸν ὕδερον ἐνεποίησεν. Γίνεται δὲ καὶ ἢν φύματα ἐν τῷ πλεύμονι ἐμφυῇ καὶ πλησθῇ ὕδατος καὶ ῥαγῇ ἐς τὰ στήθεα· ὡς δὲ γίνεται καὶ ἀπὸ φυμάτων ὕδερος, τόδε μοι μαρτύριον καὶ ἐν βοῒ καὶ ἐν κυνὶ καὶ ἐν ὑΐ· μάλιστα γὰρ τῶν τετραπόδων ἐν τούτοισι γίνεται φύματα ἐν τῷ πλεύμονι ἅπερ ἔχει ὕδωρ, διαταμὼν δ’ ἂν γνοίης τάχιστα, ῥεύσεται γὰρ ὕδωρ· δοκέει δὲ καὶ ἐν ἀνθρώπῳ ἐγγίνεσθαι τοιαῦτα πολλῷ μᾶλλον ἢ ἐν προβάτοισιν, ὁκόσῳ καὶ τῇ διαίτῃ ἐπινούσῳ χρεόμεθα μᾶλλον· ἐγένοντο δὲ πολλοὶ καὶ ἔμπυοι φυμάτων ἐγγενομένων. Τάδε οὖν κατ’ ἀρχὰς τῷ νουσήματι ἐπιγίνεται, βὴξ ξηρὴ, καὶ ὁ φάρυγξ δοκέει κέρχνειν, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιγίνεται καὶ ὀρθοπνοίη, καὶ ὁ χρὼς ἐποιδαλέος, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται, καὶ ἕως μὲν ἐν τῇ ἄνω κοιλίῃ ὁ ὕδερος ἐνῇ, ὁ πόνος ὀξύς· ὁκόταν δὲ ἐς τὴν κάτω κοιλίην ἔλθῃ, δοκέει ῥᾴων εἶναι· ἔπειτα πάσχει προϊόντος τοῦ χρόνου οἷά περ πρόσθεν, πιμπλαμένης τῆς κοιλίης. Ἔστι δ’ ὅτε ἀποιδέει πρὸς τὸ πλευρὸν, καὶ δηλοῖ ᾖ χρὴ τάμνειν· ἢν δὲ μὴ ἀποδηλοῖ, λούσας πολλῷ καὶ θερμῷ, τῶν ὤμων λαβόμενος σεῖσον· εἶτ’ ἀκροᾶσθαι ἐν ὁκοτέρῃ ἂν τῶν πλευρέων μᾶλλον κλυδάζηται· ξυνεὶς δὲ τάμνειν τὴν πλευρὴν τὴν τρίτην ἀπὸ τῆς νεάτης μέχρι τοῦ ὀστέου· εἶτα τρυπῆσαι πέρην τρυπάνῳ περητηρίῳ, καὶ ὁκόταν τρυπηθῇ, ἀφεῖναι τοῦ ὕδατος ὀλίγον, καὶ ὁκόταν ἀφῇς, μοτῶσαι ὠμολίνῳ, καὶ ἄνωθεν ἐπιθεῖναι σπόγγον μαλθακόν· εἶτα καταδῆσαι ὅκως μὴ ἐκπέσῃ ὁ μοτός· ἀφιέναι δὲ χρὴ δυοκαίδεκα ἡμέρας τὸν ὕδρωπα, ἅπαξ τῆς ἡμέρης· μετὰ δὲ τὰς δυοκαίδεκα ἡμέρας τῇ τρισκαιδεκάτῃ ἅπαν ἀφιέναι τὸ ὕδωρ, καὶ τὸν λοιπὸν χρόνον ἢν ὑπογίνηται ὕδατός τι, ἀφιέναι, καὶ τὴν κοιλίην ἐν τοῖσι σιτίοισιν ἀποξηραίνειν. Τάδε δὲ δεῖ μετὰ τὴν τμῆσιν διδόναι· σκευάσας ὀποῦ σιλφίου δραχμῆς σταθμὸν, καὶ ἀριστολοχίης κνῆσαι ὁκόσον ἀστράγαλον ἐλάφου, καὶ φακῶν καὶ ὀρόβων πεφρυγμένων ἄλφιτα καθήρας ὁκόσον ἡμιχοίνικον ἑκατέρων, ξυμφυρῆσαι ταῦτα μέλιτι καὶ ὄξει· εἶτα πλάσαι κόλλικας ἑξήκοντα, καὶ καθ’ ἑκάστης ἡμέρης τρίβων ἕνα διεῖναι οἴνου μέλανος ἡμικοτυλίῳ, αὐστηροῦ ὡς ἡδίστου· εἶτα διδόναι νήστει πιεῖν. Τὴν δὲ ἄλλην δίαιταν καὶ ταλαιπωρίην τὴν αὐτὴν κελεύειν διαιτῆσθαι ἣν καὶ τὸν πρόσθεν χρόνον, καὶ ἢν οἰδήσῃ τὰ αἰδοῖα καὶ τοὺς μηροὺς, θαρσέων κατασχᾷν. Τοῦτον ἢν οὕτω μελετᾷς, τάχιστα ὑγιῆ ποιήσεις. 24. Ὕδερος ἀπὸ τοῦ ἥπατος· ὁ ἀπὸ τοῦ ἥπατος ὕδερος γίνεται, ὁκόταν ἐς τὸ ἧπαρ φλέγμα ἐπιγένηται, καὶ ἀναλάβῃ τὸ ἧπαρ καὶ διυγρανθῇ· εὐθὺς οὖν καῦμα τούτῳ παρέχει, καὶ φῦσαν ἐμποιέει, ἔπειτα δὲ χρόνῳ ὕδατος πίμπλαται· κἄπειτα δηγμὸς ἐς τὸ σῶμα ἐμπίπτει, καὶ οἴδημα ἐν τῇσι κνήμῃσι καὶ ἐν τοῖσι ποσὶν ἔνεστι, καὶ τὸ ἧπαρ σκληρὸν καὶ οἰδέει, καὶ αἱ κληῗδες λεπτύνονται. Τούτῳ ὁκόταν οὕτως ἔχῃ, κατ’ ἀρχὰς τοῦ νοσήματος διδόναι, ἢν ἀλγέῃ τὸ ἧπαρ, ὀρίγανον τρίβων, ὀπὸν σιλφίου ὁκόσον ὄροβον διεὶς, ἐν οἴνῳ λευκῷ ἡμικοτυλίῳ πίνειν, καὶ γάλα αἰγὸς, τρίτον μέρος μελικρήτου παραμίσγων, τετρακότυλον κύλικα· σιτίων δὲ ἀπεχέσθω τὰς πρώτας ἡμέρας δέκα· αὗται γὰρ κρίνουσιν, εἰ θανάσιμον ἢ οὔ· ῥοφανέτω δὲ πτισάνης χυλὸν, κάθεφθον μέλι παραχέων· οἶνον δὲ πινέτω λευκὸν Μένδαιον ἢ ἄλλον τὸν ἥδιστον ὑδαρέα. Ὁκόταν δὲ αἱ δέκα ἡμέραι παρέλθωσι, σιτία προσφερέσθω καθαρὰ, καὶ ὄψον ἐχέτω ἀλεκτρυόνος κρέα ὀπτὰ θερμά· ἐχέτω δὲ καὶ σκύλακος ἑφθά· ἰχθύϊ δὲ γαλεῷ καὶ νάρκῃ χρεέσθω ὀπτοῖσιν· οἶνον δὲ τὸν αὐτὸν πινέτω. Κἢν μὲν ἀπὸ τούτων παύσηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν αὐτὸς ἑωυτοῦ παχύτατος ἔῃ καὶ τὸ ἧπαρ μέγιστον, καῦσαι μύκησιν· οὕτω γὰρ ἂν τάχιστα ὑγιέα ποιήσαις· καῦσαι δὲ χρὴ ἐσχάρας ὀκτώ. Ἢν δὲ ὁ ὕδερος ἐγγένηται καὶ ῥαγῇ ἐς τὴν κοιλίην, τοῖσιν αὐτοῖσιν ἰῆσθαι οἷσι καὶ τὰ πρόσθεν, φαρμάκοισι καὶ ποτοῖσι καὶ βρωτοῖσι καὶ ταλαιπωρίῃσιν· οἶνον δὲ πινέτω μέλανα αὐστηρόν. Ἢν δέ σοι δοκέῃ που ἀφίστασθαι τοῦ ἥπατος, καῦσαι ὅκου ἂν φανῇ σιδηρίῳ, καὶ ἀφιέναβ τοῦ ὕδατος κατ’ ὀλίγον, καὶ ἰῆσθαι ὡς καὶ τὰ λοιπὰ πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ τούτων ὑγιὴς γένηται, φθειρόμενος θνήσκει χρόνῳ· ἡ γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι ταύτην διαφυγγάνουσιν. 25. Ὕδερος ἀπὸ τοῦ σπληνός· ὁ δὲ ὕδερος ὁ ἀπὸ τοῦ σπληνὸς γίνεται ἀπὸ τῆσδε τῆς προφάσιος μάλιστα, ὁκόταν ὀπώρη ᾖ καὶ αὐτὸς φάγῃ πολλὴν σύκων χλωρῶν καὶ μήλων· πολλοὶ δὲ ἤδη καὶ ἀπὸ τροφῆς βοτρύων πολλῶν καὶ πολλοῦ γλεύκους τὴν νοῦσον ἔλαβον. Ἢν μὲν οὖν μέλλῃ ἐς τὸ νούσημα ἐμπεσεῖσθαι, παραχρῆμα ἐν τοῖσι πόνοισίν ἐστιν· ὀδύναι τε γὰρ ὀξεῖαι ἐν τῷ σπληνὶ καθιστᾶσι, μεταπίπτουσι δὲ καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὸν λαγόνα, καὶ πυρετοὶ ἔχουσιν ἰσχυροὶ, καὶ ἢν φάγῃ τι, ἡ γαστὴρ πίμπλαται, καὶ ὁ σπλὴν ἀείρεται καὶ ὀδύνην παρέχει. Τούτῳ ἢν χρονίσῃ τὸ νούσημα, τὸν μὲν ἄλλον χρόνον ἧσσον πονέει· ὁκόταν δὲ ὀπώρη ᾖ καὶ φάγῃ αὐτῆς, τότε πονέει μάλιστα. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, κατ’ ἀρχὰς μελετῇν, ἄνω μὲν ἐλλέβορον διδοὺς, κάτω δὲ κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον· διδόναι δὲ καὶ γάλα ὄνειον ὀκτὼ κοτύλας μέλι παραχέων. Κἢν μὲν ἀπὸ τουτέων καθίστηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ οἰδέῃ μάλιστα, καῦσαι μύκησι, τὰς κεφαλὰς ἀπολαβὼν, ἢ σιδηρίοισι, μετὰ φυλακῆς πολλῆς καὶ τηρήσιος, ὅκως μὴ πέρην διακαύσῃς. Ταῦτα δὲ κατ’ ἀρχὰς ποιέειν τοῦ νοσήματος, καὶ δίαιταν τήνδε προσφερέσθω, πυρετοῦ μὴ ἔχοντος· ἄρτῳ μὲν χρεέσθω πυρίνῳ ὀπτῷ ἢ τῶν σκληρῶν πυρῶν διπυρίτῃ· ὄψον δὲ ἐχέτω τάριχος Γαδειρικὸν ἢ σαπέρδην, καὶ κρέας τετριμμένον οἰὸς, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα ἐσθιέτω, καὶ πινέτω οἶνον αὐστηρὸν Κῷον ὡς μελάντατον· τῶν δὲ γλυκέων ἀπεχέσθω· ἢν δὲ ἐξανίστηται καὶ δυνατὸς ᾖ, παλαιέτω ἀπ’ ἄκρων τῶν ὤμων, καὶ ταλαιπωρεέτω περιόδοισι πολλῇσι δι’ ἡμέρης, καὶ εὐωχεέσθω ἅπερ εἴρηται μάλιστα. Ἢν δὲ ὕδερος ἐπιγένηται, ἰῆσθαι κατὰ ταὐτὰ καὶ τοῖσιν αὐτοῖσι καθάπερ τοὺς πρόσθεν. 26. Καθολικὸς ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· θέρεος ὥρην, ἢν ὁδοιπορέων ὁδὸν μακαρὴν ἐπιτύχῃ ὀμβρίῳ ὕδατικαὶ στασίμῳ καὶ πίῃ αὐτοῦ ἐπισπάδην πολλὸν, καὶ αἱ σάρκες ἀναπίωσι καὶ ἐνίσχωσιν ἐν ἑωυτῇσι τὸ ὕδωρ, ὑποχώρησις δὲ μὴ γένηται μηδαμῆ. Τάδε οὖν πάσχει· ἢν μὲν ᾖ ἐν τῇ σαρκὶ, καῦμα παρέχει ἔν τε τῇ κοιλίῃ καὶ ἐν τῷ σώματι, ὥστε τὸ στέαρ τὸ ἐπεὸν τῇ κοιλίῃ τήκεται. Οὗτος τέως μὲν ἂν βάδίζῃ, οὐδὲν δοκέει κακὸν ἔχειν· ὁκόταν δὲ παύσηται βαδίζων καὶ ὁ ἥλιος δύνῃ, παραχρῆμα τὸν πόνον ἔχει πουλύν. Προϊούσης δὲ τῆς νούσου λεπτύνεται σφόδρα· ἢν δὲ καὶ ἀσιτίη ἐπιγένηται, πολλῷ πλέον λεπτύνεται· ἢν δὲ τὰ σιτία μὲν ἐσθίειν μὴ δύνηται, ταλαιπωρέειν δὲ ἀδύνατος ᾖ, καὶ ἐπὶ πλέον σίνεται. Τοῖσι πολλοῖσι τοιουτέων καὶ οἴδημα καθίσταται ἐς ὅλον τὸ σῶμα, καὶ τῷ μὲν λεπτῷ ἡ χροιὴ πελίη γίνεται, καὶ ἡ γαστὴρ μεγάλη, καὶ δίψα ἔχει ἰσχυρή· τὰ γὰρ σπλάγχνα αὐτέου ξηραίνεται ὑπὸ τῆς θέρμης· τοῦ δὲ χρόνου προϊόντος, οὗτος μὲν πρόθυμος ἐσθίειν ἐστὶν ὅπερ ἄν τις διδῷ, καὶ πίνειν, καὶ ἀλγέει οὐδέν· ἢν δὲ τὸ οἴδημα κατέχῃ, ἡ χροιὴ γίνεται τουτέῳ ὠχρὴ, καὶ διὰ τοῦ σώματος φλέβες διατέτανται μέλαιναι πυκναί· θυμαίνει δὲ καὶ λυπέεται ἐπὶ παντὶ, οὐδενὸς νεωτέρου ἐόντος· ἡ δὲ γαστὴρ δίϋδρος καὶ μεγάλη ὥσπερ λαμπτὴρ, καὶ τοῦ χρόνου προϊόντος τὰ σιτία οὐ προσίεται, ἀλλὰ δοκέει αὐτὰ ὄζειν σικύου ἀγρίου ὑπὸ τῆς βδελυρίης. Τούτῳ, ὁκόταν οὕτως ἔχῃ, διδόναι τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω τὸν ὀπὸν ἢ τὸν κνίδιον κόκκον· ταῦτα δὲ τὰ φάρμακα οὕτω διδόναι χρή· τὸν μὲν κνέωρον δι’ ἕκτης ἡμέρης,. τὸν δὲ τοῦ ἱππόφεω ὀπὸν δι’ ὀγδόης, τὸν δὲ κνίδιον κόκκον διὰ δεκάτης ἡμέρης· διδόναι δὲ χρὴ ταῦτα, ἕως ἂν ἐκκαθαρθῇ καὶ λαπαρὸς γένηται· τὰς δὲ μεταξὺ τῶν ἡμερέων εὐωχέειν τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν. Μάλιστα δὲ τοῦ ὕδατος τοῦ αὐτοῦ πίνειν διδόναι, ὑπ’ ὅτευ καὶ τὸ νούσημα ἐλαβεν, ὡς πλεῖστον, ὅκως ἀναταράξει αὐτέου τὴν κοιλίην καὶ ὑποχωρήσει σφόδρα· οὕτω γὰρ μάλιστα ὑγιέα ποιήσεις. Ἢν δέ σοι δοκέῃ, καὶ κλύζειν θαμινὰ, τοῦ κνεώρου τρίψας ἥμισυ πόσιος, μέλιτος παραμίξας τρίτον μέρος κοτύλης, καὶ τευτλίου τέσσαρας κοτύλας, διεῖναι, εἶθ’ οὕτω κλύζειν· καὶ ὀνείου γάλακτος ἑφθοῦ τῇ ὑστεραίῃ δοῦναι ὀκτὼ κοτύλας, μέλι παραχέων ἢ ἅλας παραβαλὼν, πίνειν· καὶ μετὰ τὴν κάθαρσιν τοῖσιν αὐτοῖσι χρεέσθω οἷσι καὶ ὁ πρόσθεν· καὶ τὰς μεταξὺ τῶν ἡμερέων σιτίοισι καὶ ποτοῖσι τοῖσιν αὐτοῖσι χρεέσθω καὶ τοῖσι περιπάτοισιν ὁμοίως. Οὗτος οὕτω θεραπευόμενος ἐν τάχει τῆς νούσου ἀπαλλαγήσεται τρίμηνος ἢ ἑξάμηνος· ἢν δὲ ἀμελείη τις ἐγγένηται καὶ μὴ παραχρῆμα μελετηθῇ, ἐν τάχει ἀποθνήσκει. Καὶ τὸν καταλεπτυνόμενον τοῖσιν αὐτοῖσι χρῆσθαι πρὸς ἴησιν· προϋγρῆναι δὲ χρὴ πρότερον αὐτοῦ τὸ σῶμα πυριήσαντα, ὅκως ἂν μᾶλλον τῷ φαρμάκῳ ὑπακούῃ. Ἀλλὰ χρὴ παραχρῆμα μελετῇν· ἢν δὲ μὴ, τοῖσι πολλοῖσι ξυγγηράσκει ή νοῦσος. Κλύζειν δὲ χρὴ καὶ τοισίδε, ὁκοτέρην ἂν βούλῃ τῶν νούσων· οἴνου λευκοῦ δύο κοτύλας λαβὼν καὶ μέλιτος ἡμικοτύλιον, καὶ ἐλαίου ἡμικοτύλιον, νίτρου τεταρτημόριον Αἰγυπτίου ὀπτοῦ. σικύου ἀγρίου τῶν φύλλων κόψας καὶ ἐκπιέσας τοῦ χυλοῦ κυλοῦ κοτύλην, ταῦτα μίξας πάντα, ἔς τι χυτρίδιον ἐγχέαι, κἄπειτα ζέσας οὕτω κλύζειν.