21. Ἢν δὲ τύχῃ παλαιότερον ἐὸν τὸ φλέγμα, λευκὸν δὲ καλέεται τοῦτο τὸ φλέγμα, πάσχει τάδε· βαρύνει τὸν ἄνθρωπον μᾶλλον, καὶ ἰδέην ἀλλοίην ἔχειν τοῦ ἐπιδημίου δοκεῖται, ὠχρότερός τέ ἐστι, καὶ οἰδέει οἰδήματι πᾶν τὸ σῶμα, καὶ τὸ πρόσωπον ἐρεύθει, καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα ἐπέχει, καὶ ὁκόταν φάγῃ, τὸ πνεῦμα πυκνὸν ἐπιπίπτει αὐτῷ· οὗτος τῆς αὐτῆς ἡμέρης ποτὲ μὲν γίνεται ῥᾴων, ποτὲ δὲ πονέει ἐξαπίνης, καὶ δοκέει ἀποθανέεσθαι. Τούτῳ ἢν μὲν ἡ γαστὴρ αὐτομάτως ταραχθῇ, ἐγγυτάτω ὑγιὴς ἔσται· ἢν δὲ μὴ ταραχθῇ αὐτομάτη ἡ κοιλίη, καθαίρειν δεῖ διδόντα τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου ἢ τῆς Μαγνησίης λίθου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ἓν ἢ δύο, συνεψέσθω δὲ ἐν τῇ φακῇ σκόροδα, καὶ τεύτλου λιπαροῦ ἀνηδύντου, ἀλφίτων περιπάσσοντα, δοῦναι τρυβλίον· πινέτω δὲ οἶνον μέλανα αὐστηρόν τε καὶ ἰσχυρόν. Τῇ δὲ ὑστεραίῃ βαδιζέτω σταδίους εἴκοσι τὸ ἑωθινόν· ἐλθὼν δὲ φαγέτω ἄρτον μικρὸν ἔξοπτον, καὶ ὄψον ἐχέτω σκόροδα ἑφθά· καὶ πινέτω τοῦ αὐτοῦ οἴνου ὀλίγον ἀκρητέστερον· εἶτα βαδιζέτω σταδίους τριήκοντα, καὶ ὁκόταν ὥρη ᾖ, δειπνεέτω ὁκόσον περ καὶ εἴθιστο ἀριστῇν, ὄψον δὲ ἐχέτω μάλιστα μὲν πόδας συὸς καὶ κεφαλάς· εἰ δὲ μὴ, ἀλεκτρυόνος κρέασιν ἢ ὑὸς τετριμμένοισι χρεέσθω, ἰχθύων δὲ σκορπίῳ ἢ δράκοντι ἢ κόκκυγι ἢ καλλιωνύμῳ ἢ κωβιῷ ἢ τῶν ἄλλων ἰχθύων ὁκόσοι τὴν ἴσην δύναμιν ἔχουσι· λαχάνοισι δὲ χρεέσθω σκορόδοισι μόνοισι καὶ ἄλλων τῶν λαχάνων μηδενί· ταῦτα δὲ ὡς πλεῖστα τρωγέτω καὶ ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθὰ, αἰεὶ πλείω ἑκάστης ἡμέρης, καὶ ταλαιπωρεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἐξ ὀλίγου πλέον. Τοῦτο τὸ νούσημα μάλιστα γίνεται θέρεος ὥρῃ ἀπὸ ὑδροποσίης, ἔτι δὲ καὶ ὕπνων πολλῶν· κρίνεται δὲ ἐν τριήκοντα ἡμέρῃσιν, εἰ θανάσιμον ἢ οὔ. Ταῦτα μὲν ποιεέτω, ὁκόταν αἱ τριήκοντα ἡμέραι παρέλθωσιν. Ἐν δὲ τῇσι πρώτῃσι τῶν ἡμερέων ῥοφήμασι διαχρεέσθω φακῇ ἑφθῇ ἐπωκεστέρῃ τῷ ὄξει, καὶ πτισάνῃ ὀξείῃ· πινέτω δὲ χλιαρὸν μελίκρητον, ἄλφιτα ἐπιπάσσων ὀλίγα, ἵνα ἀνωργασμένον τὸ σῶμα ᾖ πρὸς τὴν φαρμακοποσίην, καὶ εὑδέτω ὑπαίθριος ταύτας τὰς ἡμέρας· καὶ ἤν σοι δοκέῃ τοῦ αἵματος ἀφελέειν ἀπὸ τῆς ὀσφύος, σικύην προσβαλεῖν, καὶ τὰς ἐν τῇ ὄσχῃ φλέβας σχάσαι τὰς παχυτάτας. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται. 22. Περιίσταται ἀπὸ φλέγματος μάλιστα ἐς ὕδερον τρόπῳ τοιῷδε· ἡ πιμελὴ συντήκεται καὶ γίνεται ὑπὸ τοῦ καύματος τοῦ ἐν τῷ φλέγματι ἐόντος ὕδωρ. Γνώσῃ δὲ τούτῳ, ὅστις δυνατός ἐστιν ἰηθῆναι καὶ ὅστις μή· ἕως ἄν τινι ἐπὶ τῷ ἤτρῳ ἐπῇ ἡ πιμελὴ, δυνατὸς ἰηθῆναί ἐστι· γνώσῃ δὲ τούτοισι μάλιστα, εἰ ἕπεστι πιμελὴ ἐπὶ τῷ ἤτρῳ ἢ οὔ· ἢν μὲν πυρετοὶ ἐπιγένωνται καὶ μὴ δύνηται ἀνίστασθαι καὶ ὁ ὀμφαλὸς ἔξω ἐξίσχῃ πεφυσημένος, φάναι μηκέτι ἐπεῖναι πιμελὴν καὶ μὴ ἰήσιμον εἶναι ἢν δὲ πυρετὸς μὴ ἐπιγένηται, καὶ δυνατὸς ᾖ ἀνίστασθαι, καὶ ὁ ὀμφαλὸς μὴ ἐξίσχῃ, φάναι ἐπεῖναι πιμελὴν καὶ ἰήσιμον εἶναι. Τούτῳ ξυμφέρει τὴν κοιλίην ξηραίνειν, διδόντα ἄρτον μὲν αὐτοπυρίτην, θερμὸν, μὴ ἕωλον, ὄψον δὲ ὄνου κρέας καὶ κυνὸς τελείου, καὶ ὄϊος, καὶ ὑὸς ὡς ὀπτὰ, καὶ ἀλεκτρυόνος ὀπτὰ θερμὰ, καὶ πουλύποδας ἐσθιέτω ἑψῶν ἐν οἴνῳ μέλανι αὐστηρῷ· οἶνον δὲ πινέτω μέλανα ὡς παχύτατον καὶ στρυφνότατον· ἰχθύων δὲ χρεέσθω κωβιῷ, δράκοντι, καλλιωνύμῳ, κόκκυγι, σκορπίῳ καὶ ἄλλοισι τοῖσι τοιούτοισι πᾶσιν ἑφθοῖσιν ἑώλοισι καὶ ψυχροῖσιν· ὡς ξηρότατοι γὰρ οὗτοι μάλιστά εἰσι, καὶ ἐς τὸν ζωμὸν μὴ ἐμβαπτέσθω, καὶ ἄναλτοι ἔστωσαν οἱ ἰχθύες· λαχάνων δὲ χρεέσθω ῥαφανίσι καὶ σελίνοισιν· ἑψήσθω δὲ φακὴν τῷ ὄξει ἐπωκεστέρην καὶ ἐσθιέτω, καὶ περιπατεέτω καθ’ ἡμέρην, καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθρου, καὶ ὄψιος εὑδέτω, καὶ πρώϊος ἐξεγειρέσθω. Κἢν μὲν ὑπὸ τούτων καθίστηται, ἅλις· ἢν δὲ μὴ, πῖσαι αὐτὸν κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δύο τρυβλία ἐπιῤῥοφεέτω, καὶ ἄρτον μικρὸν καταφαγέτω· οἶνον δὲ πινέτω μέλανα, στρυφνὸν, ὀλίγον· πινέτω δὲ φάρμακον δὶς τῆς ἡμέρης, ἕως ἂν λαπαρὸς γένηται. Ἢν δὲ τὸ οἴδημα καθεστήκῃ ἐν τῇ ὄσχῃ καὶ τοῖσι μηροῖσι καὶ τῇσι κνήμῃσι, κατασχᾷν χρὴ ὀξυτάτῳ μαχαιρίῳ πολλὰ πυκινά. Ταῦτα ἢν ποιέῃς, ταχὺ ὑγιέα ποιήσεις. 23. Ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· ὁκόταν θέρεος ὥρῃ διψήσας ὕδωρ πουλὺ πίῃ ἐπισπάδην, ἐκ τοῦδε γίνεσθαι φιλέει μάλιστα· ὁ γὰρ πλεύμων πλησθεὶς ἀφίησιν αὖθις ἐς τὰ στήθεα, καὶ ὁκόταν ἐν τοῖσι στήθεσι γένηται, καῦμα παρέχει σφόδρα ὥστε τήκειν τὴν πιμελὴν, τὴν ἐπὶ τῇσιν ἀρτηρίῃσιν ἐνεοῦσαν, καὶ ἢν ἅπαξ ἄρξηται τήκεσθαι τὸ στέαρ πουλὺ πλέον, ἐν ὀλίγῳ χρόνῳ τὸν ὕδερον ἐνεποίησεν. Γίνεται δὲ καὶ ἢν φύματα ἐν τῷ πλεύμονι ἐμφυῇ καὶ πλησθῇ ὕδατος καὶ ῥαγῇ ἐς τὰ στήθεα· ὡς δὲ γίνεται καὶ ἀπὸ φυμάτων ὕδερος, τόδε μοι μαρτύριον καὶ ἐν βοῒ καὶ ἐν κυνὶ καὶ ἐν ὑΐ· μάλιστα γὰρ τῶν τετραπόδων ἐν τούτοισι γίνεται φύματα ἐν τῷ πλεύμονι ἅπερ ἔχει ὕδωρ, διαταμὼν δ’ ἂν γνοίης τάχιστα, ῥεύσεται γὰρ ὕδωρ· δοκέει δὲ καὶ ἐν ἀνθρώπῳ ἐγγίνεσθαι τοιαῦτα πολλῷ μᾶλλον ἢ ἐν προβάτοισιν, ὁκόσῳ καὶ τῇ διαίτῃ ἐπινούσῳ χρεόμεθα μᾶλλον· ἐγένοντο δὲ πολλοὶ καὶ ἔμπυοι φυμάτων ἐγγενομένων. Τάδε οὖν κατ’ ἀρχὰς τῷ νουσήματι ἐπιγίνεται, βὴξ ξηρὴ, καὶ ὁ φάρυγξ δοκέει κέρχνειν, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιγίνεται καὶ ὀρθοπνοίη, καὶ ὁ χρὼς ἐποιδαλέος, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται, καὶ ἕως μὲν ἐν τῇ ἄνω κοιλίῃ ὁ ὕδερος ἐνῇ, ὁ πόνος ὀξύς· ὁκόταν δὲ ἐς τὴν κάτω κοιλίην ἔλθῃ, δοκέει ῥᾴων εἶναι· ἔπειτα πάσχει προϊόντος τοῦ χρόνου οἷά περ πρόσθεν, πιμπλαμένης τῆς κοιλίης. Ἔστι δ’ ὅτε ἀποιδέει πρὸς τὸ πλευρὸν, καὶ δηλοῖ ᾖ χρὴ τάμνειν· ἢν δὲ μὴ ἀποδηλοῖ, λούσας πολλῷ καὶ θερμῷ, τῶν ὤμων λαβόμενος σεῖσον· εἶτ’ ἀκροᾶσθαι ἐν ὁκοτέρῃ ἂν τῶν πλευρέων μᾶλλον κλυδάζηται· ξυνεὶς δὲ τάμνειν τὴν πλευρὴν τὴν τρίτην ἀπὸ τῆς νεάτης μέχρι τοῦ ὀστέου· εἶτα τρυπῆσαι πέρην τρυπάνῳ περητηρίῳ, καὶ ὁκόταν τρυπηθῇ, ἀφεῖναι τοῦ ὕδατος ὀλίγον, καὶ ὁκόταν ἀφῇς, μοτῶσαι ὠμολίνῳ, καὶ ἄνωθεν ἐπιθεῖναι σπόγγον μαλθακόν· εἶτα καταδῆσαι ὅκως μὴ ἐκπέσῃ ὁ μοτός· ἀφιέναι δὲ χρὴ δυοκαίδεκα ἡμέρας τὸν ὕδρωπα, ἅπαξ τῆς ἡμέρης· μετὰ δὲ τὰς δυοκαίδεκα ἡμέρας τῇ τρισκαιδεκάτῃ ἅπαν ἀφιέναι τὸ ὕδωρ, καὶ τὸν λοιπὸν χρόνον ἢν ὑπογίνηται ὕδατός τι, ἀφιέναι, καὶ τὴν κοιλίην ἐν τοῖσι σιτίοισιν ἀποξηραίνειν. Τάδε δὲ δεῖ μετὰ τὴν τμῆσιν διδόναι· σκευάσας ὀποῦ σιλφίου δραχμῆς σταθμὸν, καὶ ἀριστολοχίης κνῆσαι ὁκόσον ἀστράγαλον ἐλάφου, καὶ φακῶν καὶ ὀρόβων πεφρυγμένων ἄλφιτα καθήρας ὁκόσον ἡμιχοίνικον ἑκατέρων, ξυμφυρῆσαι ταῦτα μέλιτι καὶ ὄξει· εἶτα πλάσαι κόλλικας ἑξήκοντα, καὶ καθ’ ἑκάστης ἡμέρης τρίβων ἕνα διεῖναι οἴνου μέλανος ἡμικοτυλίῳ, αὐστηροῦ ὡς ἡδίστου· εἶτα διδόναι νήστει πιεῖν. Τὴν δὲ ἄλλην δίαιταν καὶ ταλαιπωρίην τὴν αὐτὴν κελεύειν διαιτῆσθαι ἣν καὶ τὸν πρόσθεν χρόνον, καὶ ἢν οἰδήσῃ τὰ αἰδοῖα καὶ τοὺς μηροὺς, θαρσέων κατασχᾷν. Τοῦτον ἢν οὕτω μελετᾷς, τάχιστα ὑγιῆ ποιήσεις. 24. Ὕδερος ἀπὸ τοῦ ἥπατος· ὁ ἀπὸ τοῦ ἥπατος ὕδερος γίνεται, ὁκόταν ἐς τὸ ἧπαρ φλέγμα ἐπιγένηται, καὶ ἀναλάβῃ τὸ ἧπαρ καὶ διυγρανθῇ· εὐθὺς οὖν καῦμα τούτῳ παρέχει, καὶ φῦσαν ἐμποιέει, ἔπειτα δὲ χρόνῳ ὕδατος πίμπλαται· κἄπειτα δηγμὸς ἐς τὸ σῶμα ἐμπίπτει, καὶ οἴδημα ἐν τῇσι κνήμῃσι καὶ ἐν τοῖσι ποσὶν ἔνεστι, καὶ τὸ ἧπαρ σκληρὸν καὶ οἰδέει, καὶ αἱ κληῗδες λεπτύνονται. Τούτῳ ὁκόταν οὕτως ἔχῃ, κατ’ ἀρχὰς τοῦ νοσήματος διδόναι, ἢν ἀλγέῃ τὸ ἧπαρ, ὀρίγανον τρίβων, ὀπὸν σιλφίου ὁκόσον ὄροβον διεὶς, ἐν οἴνῳ λευκῷ ἡμικοτυλίῳ πίνειν, καὶ γάλα αἰγὸς, τρίτον μέρος μελικρήτου παραμίσγων, τετρακότυλον κύλικα· σιτίων δὲ ἀπεχέσθω τὰς πρώτας ἡμέρας δέκα· αὗται γὰρ κρίνουσιν, εἰ θανάσιμον ἢ οὔ· ῥοφανέτω δὲ πτισάνης χυλὸν, κάθεφθον μέλι παραχέων· οἶνον δὲ πινέτω λευκὸν Μένδαιον ἢ ἄλλον τὸν ἥδιστον ὑδαρέα. Ὁκόταν δὲ αἱ δέκα ἡμέραι παρέλθωσι, σιτία προσφερέσθω καθαρὰ, καὶ ὄψον ἐχέτω ἀλεκτρυόνος κρέα ὀπτὰ θερμά· ἐχέτω δὲ καὶ σκύλακος ἑφθά· ἰχθύϊ δὲ γαλεῷ καὶ νάρκῃ χρεέσθω ὀπτοῖσιν· οἶνον δὲ τὸν αὐτὸν πινέτω. Κἢν μὲν ἀπὸ τούτων παύσηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν αὐτὸς ἑωυτοῦ παχύτατος ἔῃ καὶ τὸ ἧπαρ μέγιστον, καῦσαι μύκησιν· οὕτω γὰρ ἂν τάχιστα ὑγιέα ποιήσαις· καῦσαι δὲ χρὴ ἐσχάρας ὀκτώ. Ἢν δὲ ὁ ὕδερος ἐγγένηται καὶ ῥαγῇ ἐς τὴν κοιλίην, τοῖσιν αὐτοῖσιν ἰῆσθαι οἷσι καὶ τὰ πρόσθεν, φαρμάκοισι καὶ ποτοῖσι καὶ βρωτοῖσι καὶ ταλαιπωρίῃσιν· οἶνον δὲ πινέτω μέλανα αὐστηρόν. Ἢν δέ σοι δοκέῃ που ἀφίστασθαι τοῦ ἥπατος, καῦσαι ὅκου ἂν φανῇ σιδηρίῳ, καὶ ἀφιέναβ τοῦ ὕδατος κατ’ ὀλίγον, καὶ ἰῆσθαι ὡς καὶ τὰ λοιπὰ πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ τούτων ὑγιὴς γένηται, φθειρόμενος θνήσκει χρόνῳ· ἡ γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι ταύτην διαφυγγάνουσιν. 25. Ὕδερος ἀπὸ τοῦ σπληνός· ὁ δὲ ὕδερος ὁ ἀπὸ τοῦ σπληνὸς γίνεται ἀπὸ τῆσδε τῆς προφάσιος μάλιστα, ὁκόταν ὀπώρη ᾖ καὶ αὐτὸς φάγῃ πολλὴν σύκων χλωρῶν καὶ μήλων· πολλοὶ δὲ ἤδη καὶ ἀπὸ τροφῆς βοτρύων πολλῶν καὶ πολλοῦ γλεύκους τὴν νοῦσον ἔλαβον. Ἢν μὲν οὖν μέλλῃ ἐς τὸ νούσημα ἐμπεσεῖσθαι, παραχρῆμα ἐν τοῖσι πόνοισίν ἐστιν· ὀδύναι τε γὰρ ὀξεῖαι ἐν τῷ σπληνὶ καθιστᾶσι, μεταπίπτουσι δὲ καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὸν λαγόνα, καὶ πυρετοὶ ἔχουσιν ἰσχυροὶ, καὶ ἢν φάγῃ τι, ἡ γαστὴρ πίμπλαται, καὶ ὁ σπλὴν ἀείρεται καὶ ὀδύνην παρέχει. Τούτῳ ἢν χρονίσῃ τὸ νούσημα, τὸν μὲν ἄλλον χρόνον ἧσσον πονέει· ὁκόταν δὲ ὀπώρη ᾖ καὶ φάγῃ αὐτῆς, τότε πονέει μάλιστα. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, κατ’ ἀρχὰς μελετῇν, ἄνω μὲν ἐλλέβορον διδοὺς, κάτω δὲ κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον· διδόναι δὲ καὶ γάλα ὄνειον ὀκτὼ κοτύλας μέλι παραχέων. Κἢν μὲν ἀπὸ τουτέων καθίστηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ οἰδέῃ μάλιστα, καῦσαι μύκησι, τὰς κεφαλὰς ἀπολαβὼν, ἢ σιδηρίοισι, μετὰ φυλακῆς πολλῆς καὶ τηρήσιος, ὅκως μὴ πέρην διακαύσῃς. Ταῦτα δὲ κατ’ ἀρχὰς ποιέειν τοῦ νοσήματος, καὶ δίαιταν τήνδε προσφερέσθω, πυρετοῦ μὴ ἔχοντος· ἄρτῳ μὲν χρεέσθω πυρίνῳ ὀπτῷ ἢ τῶν σκληρῶν πυρῶν διπυρίτῃ· ὄψον δὲ ἐχέτω τάριχος Γαδειρικὸν ἢ σαπέρδην, καὶ κρέας τετριμμένον οἰὸς, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα ἐσθιέτω, καὶ πινέτω οἶνον αὐστηρὸν Κῷον ὡς μελάντατον· τῶν δὲ γλυκέων ἀπεχέσθω· ἢν δὲ ἐξανίστηται καὶ δυνατὸς ᾖ, παλαιέτω ἀπ’ ἄκρων τῶν ὤμων, καὶ ταλαιπωρεέτω περιόδοισι πολλῇσι δι’ ἡμέρης, καὶ εὐωχεέσθω ἅπερ εἴρηται μάλιστα. Ἢν δὲ ὕδερος ἐπιγένηται, ἰῆσθαι κατὰ ταὐτὰ καὶ τοῖσιν αὐτοῖσι καθάπερ τοὺς πρόσθεν.